1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

17

δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι· καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου ἔν ..ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος Θεοῦ. Ἀλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως ὅτε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· ἐξάγει δὲ ψυχὴν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται. Ἐλέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ' οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι' ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν παρακαλούμενον, ἐπήγαγε τὸ, Ὅτι ὁ δοῦλός σου εἰμὶ ἐγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρηματίσαι Θεοῦ δοῦλον. ∆είκνυσι δὲ τὸ μέγεθος τούτου καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματική.

ΨΑΛΜΟΣ ΡΜΓʹ.

Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν ∆αυῒδ, μάλιστα ὅτι κατά τινα τῶν

ἀντιγράφων ἐπιγέγραπται πρὸς τὸν Γολιὰθ, ἐρεῖς ἁρμόζειν αὐτῷ, κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν ἄνδρα οὐ τῇ κοινῇ παντευχίᾳ, πεποιθήσει δὲ τῇ ἐπὶ τὸν Θεόν· ὃν ὥσπερ διδάσκαλον ἐπιγραφόμενος, τότε μὲν τὸν Γολιὰθ τῇ σφενδόνῃ καθεῖλε βαλών· ἄλλοτε δὲ τοὺς κατ' ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνῄρει. Ἔπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε, ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ τοῦ πλήκτρου χρώμενος, τοὺς ἀοράτους δαίμονας ἤλαυνε τῷ Σαοῦλ ἐνοχλοῦντας. Εἰ δ' ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητὰ, ἐρεῖς πάσας τοῦ θεοφιλοῦς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν, τοῦ Θεοῦ διδασκάλου τῆς τοιᾶσδε τῶν χειρῶν ἐκτάσεως γινομένου· τοὺς δὲ δακτύλους αὐτοῦ τὰς μέχρι τῶν 24.53 μικροτάτων ἐνεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐδήλωσε· καὶ Μωϋσῆς δὲ τὰς χεῖρας ἐκτείνων ἐτροποῦτο τὸν Ἀμαλήκ. Ὅρα δὲ μὴ Χριστὸς ὁ λέγων, τροπωσάμενος τοὺς ἀοράτους ἐχθρούς· δηλοῖ γὰρ ὁ ψαλμὸς, ὡς δειχθήσεται, καὶ κάθοδον αὐτοῦ τὴν ἐξ οὐρανοῦ, καὶ τροπὴν δαιμόνων, καὶ κλῆσιν ἐθνῶν, καὶ δύο λαούς. Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ. Θεοῦ ἐστι τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώποις· ὅπερ εἰ μὴ ἐκ Θεοῦ γίνοιτο, οὐκ ἄν ποτε γένοιτο· οὐδὲ γὰρ Μωϋσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους, μὴ τοῦ Κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυτοῦ λαὸν, οὐ δι' ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπίνης, διὰ δὲ τῆς κρείττονος δυνάμεως. Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; Πυνθάνεται ὁ λόγος ἐρωτηματικῶς τὸ, τί ἔστιν ἄνθρωπος, ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα τι ἄνθρωπος· οὐ γὰρ ἂν ἐχώρησε Θεοῦ γνῶσιν, οὐδ' ἂν ἐμνήσθη αὐτοῦ ὁ Θεὸς οὕτως, ὡς καὶ Σωτῆρα καὶ Λυτρωτὴν ἐξαποστεῖλαι αὐτῷ τὸν ἑαυτοῦ Λόγον. Παραινεῖ δὲ ἐν τῷ αὐτῷ καὶ μηδενὸς ἀνθρώπου καταφρονεῖν, καὶ ὅτι μηδεὶς ἄξιον κατορθοῖ τῆς τοιαύτης εὐεργεσίας. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι. Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως λέγει καὶ αὐτὸν καταβῆναι τὸν τοῦ Θεοῦ Λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησὶ, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους