1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

6

ἀγαπῶντι αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυνάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς· τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή· καὶ, Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαίων. Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν Κύριον, οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φησι, πολλάκις ἐν περιουσίᾳ υἱῶν ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικὸς, ἀλλ' ἐροῦμεν ὅτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν.

24.24 ΨΑΛΜΟΣ ΡΚΗʹ.

Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες

κακοὶ κακῶς ἀπολοῦνται. -Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συνέκοψεν αὐχένας ἁμαρτωλῶν, Ἀκύλας κατέκοψεν βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρόχους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιοὺς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχατα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων.

ΨΑΛΜΟΣ ΡΚΘʹ.

Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ, Ὁ λαὸς οὗτος τοῖς χείλεσί με

τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ' ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ' ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετέχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ' ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ' οὐ χείλεσιν· ὥσπερ οὐδὲ Μωϋσῆς, πρὸς ὃν ἐῤῥέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος· μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προσέχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔσης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε. Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι, περὶ τῶν ἀσθενεστέρων τὴν παροῦσαν ἀναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διωγμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλήσεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν. Πολλὴ παρ' αὐτῷ λύτρωσις. Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύτρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ·