1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

21

ΨΑΛΜΟΣ ΡΜΕʹ.

Τὸ ἀλληλούϊα αἶνον Κυρίου σημαίνει· οὕτως γὰρ ἑρμηνεύεται ἡ λέξις· ἔστιν οὖν καὶ τὸ προκείμενον, αἶνος· διὸ δὴ ἀρχόμενός φησιν ὁ λόγος· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ παρακελευομένου, ἢ αὐτῆς ἑαυτῇ· εἶθ' ὑπακούσασα τῷ προστάγματι, προθύμως ἀποκρίνεται λέγουσα· Αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἀεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγὴν δυναμένη, φησίν· Ὡς ἄρα οὐδὲ πώποτε παύσομαι αἰνοῦσα τὸν Κύριον, ἀλλ' εἰς μακροὺς αἰῶνας, καὶ πάντα τὸν τῆς ἀθανάτου ζωῆς μου βίον, οὐδὲν ἕτερον πράττουσα τοῦ αἰνεῖν τὸν Κύριον διατελέσω. Ὡς ψυχῆς δὲ ἀκουστέον λεγούσης τὸ, ἕως ὑπάρχω, οὐχ ὡς μελλούσης μετ' αὐτὰ μὴ ὑπάρχειν, ἀλλ' εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αἰνέσειν ἐπαγγελλομένης τὸν Κύριον. 24.64 Μὴ πεποίθατε ἐπ' ἄρχοντασ Ὅμοιον τῷ, Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχοντας· τοῦτο δὲ παρίστησι διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοὶ, φησὶν, ἑαυτοῖς περιποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσι, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια· οὐδὲ γὰρ δύνανται ἑαυτοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος· τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα, ἔνθα ἂν ἀπάγῃ ὁ ἀπάγων· ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ, νόμον φύσεως πληρῶν ὃν ἐπέσκηψεν ἀρχῆθεν ὁ Θεὸς τῷ Ἀδὰμ εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει· οὗ λεγόμενον, Οἱ λογισμοὶ πάντες οὓς ἔτι περιὼν τῷ βίῳ συνήγαγε παρ' ἑαυτῷ διανοούμενος, καὶ ὥσπερ τις αἰώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς, ποιήσειν τε τὰ δεινὰ ἐπαγγελλόμενος, καὶ πάλιν ἑτέροις ἀπειλῶν, ὑπὸ μίαν ὥραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν, δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυμαζομένων. Λέγοι δ' ἂν καὶ ἄρχοντας τούτου τοῦ αἰῶνος· μεταπτωτὴν γὰρ καὶ οὗτοι ἔχουσι τὴν ἀρχήν· ὁ δὲ Σωτὴρ μόνος αἴτιος σωτηρίας, ὁ λέγων· Σώζων οὐκέτι πάρεξ ἐμοῦ· εἰ τοίνυν ἐξ αὐτοῦ καὶ οὐκ οἴκοθεν σώζονται, πῶς ἑτέρους σώζειν δυνήσονται; Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα. Τῶν λόγων αὐτοῦ, ὧν ἐν ταῖς Γραφαῖς ἐπηγγείλατο, πιστούμενος τὴν ἀλήθειαν· ἐκδικήσειν γὰρ ἐπηγγείλατο τοὺς κατὰ τὸν παρόντα βίον ἀδικουμένους, ἐν καιρῷ τῷ τῆς κρίσεως· καὶ ἄλλη ἐπαγγελία, τό· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς δὲ πεινάσετε· ἀλλὰ καὶ αἰσθητῶς τροφὴν ἐν ἐρήμῳ τοῖς πεινῶσι τὸ μάννα παρέσχε, καὶ πέντε χιλιάδας διέθρεψε, καὶ διὰ κοράκων Ἠλίαν, καὶ δι' Ἀμβακοὺμ τοῦ προφήτου τὸν ∆ανιήλ· ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ἰωσὴφ καὶ Σωσάννῃ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν κριτῶν Ἰσραὴλ, καὶ τῷ ∆αυῒδ ὑπὸ Σαούλ. Καὶ πλήρη τῶν τοιούτων τὰ θεῖα συγγράμματα Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Πεπεδημένους λύει, ἄφεσιν ἁμαρτιῶν διδοὺς ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. Ἔοικε δὲ διὰ τούτων αἰνίττεσθαι τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τοῦ Κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν, τήν τε δι' αὐτῆς ἅπασι γενησομένην θεραπείαν. Τοῦτο δὲ νοεῖν μοι ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαΐου περὶ τοῦ Σωτῆρος ἡμῶν πρόῤῥησιν, δι' ἧς φησιν· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Οὕτω γὰρ καὶ ἐνταῦθα ὁ Κύριος λύει πεπεδημένους· εἴρηται δὲ καὶ τὸ, Ὁ Κύριος σοφοῖ τυφλούς· θαυμάσαι δ' ἔστιν, ὅπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως 24.65 πάρεστι, τοῦ Θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως. Ὀρφανὸν καὶ χήραν ἀναλήψεται. Αἱ ἀποβαλοῦσαι ψυχαὶ τὸν γενόμενον