1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

13

ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ' αὐτῶν βλάβης. Ἐπεὶ δὲ καὶ εἰς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γραφὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμ 24.41 βάνουσιν οἱ ἑτερόδοξοι, καὶ οὐχ ὡς δεῖ· ἀποστρέφομαι καὶ ἐκκλίνω ἀπ' αὐτῶν. ∆οκίμασόν με, ὁ Θεός. Εἰπὼν ἐν ἀρχῇ, Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με, νῦν ὡς μήπω δοκιμασθεὶς ἔφη, ∆οκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. Καὶ τότε μὲν εἴρηται, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ἄρτι δὲ, Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου· μήποτ' οὖν οὐκ ἐναντία λέγει. Τότε γὰρ ἁπλῶς δεδοκιμάσθαι καὶ ἐγνῶσθαι εἶπε, νῦν δὲ εὔχεται δοκιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς καθαρὸν καὶ εὐθῆ ὑπάρχειν· καὶ ὑπεραίρει τοῦ ἁπλῶς δοκιμασθέντα γνωσθῆναι τῷ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ· ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ, μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντας αὐτοῦ. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ ἰδὲ εἰ εἶδες ἀνομίαν ἐν ἐμοὶ, τουτέστιν ἐν ἕξει καὶ διαθέσει μου. Φέρεται καὶ οὕτως· Καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί· τουτέστι, κατανόησον εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία, ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ' ἐμοί. Ὅμως δὲ καὶ εἰ τοσαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτησία, ἀλλ' οὖν σὺ ὡδήγησάς με ἐν ὁδῷ αἰωνίᾳ, ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ.

ΨΑΛΜΟΣ ΡΛΘʹ.

Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός. ∆ίκην γὰρ ὑφέξει πρὸς αὐτοῦ, νόσον

ἔχων τοιαύτην. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Τί δέ ἐστιν εἰς διαφθοράν; ὅτι πολλοὶ θηρεύονται εἰς σωτηρίαν, ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν ἀλλ' οἵ γε πονηροὶ ὅταν ὑπὸ τῆς κακίας θηρεύονται καὶ φθορᾶς· πᾶς γὰρ ἄδικος, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας, δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν διαφθεῖραι. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ. Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα φησὶν ἐν τῷ Ἐκκλησιαστῇ· Τέλος λόγου τὸ πᾶν ἄκουε, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν, ἐάν τε πονηρόν· καὶ νῦν γὰρ, φησὶν, ὡς κρινεῖ ὁ Θεὸς ἐκδικῶν τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἐπὶ χρηστὸν δὲ μετὰ ταῦτα τέλος κατέστρεψε τὸν ψαλμόν· διὸ καὶ Εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Ὁ δὲ Σύμμαχος, παρὰ τῷ προσώπῳ σου, λέγει. Τί δὲ κρεῖττον τοῦ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τὸν Θεόν; κατὰ τὸν τοῦ Σωτῆρος μακαρισμὸν εἰπόντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οὗ τυχόντες εὐχαριστήσουσιν.

24.44 ΨΑΛΜΟΣ ΡΜʹ.

Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται· ἔστι δὲ τοῦ ∆αυῒδ,

καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Ἔχει δέ τι πλέον οὗτος δογματικώτερος ὢν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρχῆς παιδεύων· καὶ φησίν· Ἐκέκραξα· οὐ