1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

16

ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐκάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· ταραχθεῖσα δὲ, φησὶν, ἡ καρδία μου ἐν αὐτῇ, ἔνδον ἐπέσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φανερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν. Ἐμνήσθην ἡμερῶν ἀρχαίων. Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε ἡμέρας αἰῶνος· καὶ ὁ ∆αυῒδ πάλιν φησὶ, Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θεραπεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταραχῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας· καὶ τὴν μνήμην ἀναλαβὼν, μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν 24.49 ἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς παλαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέπτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν, παιδευόμενος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος, οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορᾷ δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν. ∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖράς μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέγεται τοῦ ἐπ' αὐτὴν κατιόντος ὑετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν τοιαύτη ἐστίν· καθ' ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν ὑπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ταχὺ εἰσάκουσόν με, κ.τ.λ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττομένης, προσήκει ὁμοίως τῷ ∆αυῒδ λέγειν εὐχομένους τὰ Χριστοῦ, Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. - Ἐφ' ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πᾶσά μου ἀπελήλαται σκοτία· ὥστ' ἂν εἰπεῖν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καλούμενον σκότος ἐξώτερον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα· ὅπερ γένοιτ' ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολάζοιμεν, καὶ μάλιστα κατὰ καιρὸν τὸν ἑωθινὸν, ὥστε δύνασθαι λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. Ἀπὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δεῖξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας, κατὰ τὸ, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, μετὰ ταύτας τὴν ὁδὸν ζητῶν τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι 24.52 τὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν ᾗ πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν ἐμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε. Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ' ἑαυτοῖς χρὴ θαῤῥεῖν. Ὁ δὲ τοὺς πειρασμοὺς ὑπομείνας γενναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας. Ἐν τῇ