1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

3

ἄλλο τι, φησὶν, ἐλπίζω, ἢ ἐπὶ σὲ τὸν οὐκ ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἀλλ' ἐν οὐρανῷ κατοικοῦντα· μόνοις δὲ τοῦτο λέγειν ἁρμόττει τοῖς ἀπηλλαγμένοις αἰχμαλωσίας, καὶ τὸ τῆς ψυχῆς διορατικὸν ἐῤῥωμένοις· ψυχῆς δὲ ὀφθαλμὸς ἄνω μὲν ὁρῶν, ὠφελεῖται· κάτω δὲ, βλάπτεται.

ΨΑΛΜΟΣ ΡΚΓʹ.

Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς. Οἱ φήσαντες, Ἐλέησον ἡμᾶς, Κύριε,

ἐλέησον ἡμᾶς, νῦν ὡς ἐπακουσθέντες εὐχαριστοῦσι Θεῷ· τὰ δὲ παρόντα διδάσκεται λέγειν ὁ διορατικὸς, τὸν Θεὸν ἔχων πρὸ ὀφθαλμῶν· οὕτως γὰρ Ἰσραὴλ ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ προσάγων Θεῷ· διδάσκουσι δὲ τοὺς 24.16 νέους οἱ γεγηρακότες, καὶ οἱ μαθηταὶ ὑπακούουσιν· Ἰσραὴλ δὲ τοῦ ἔχοντος ἐν ἑαυτῷ τὸν Θεὸν, τὸ δύνασθαι λέγειν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Τοιοῦτος ἦν ὁ ὑπὸ Μωϋσέως γενόμενος Ἰσραὴλ, ᾧ ἐλέγετο· Σιώπα, καὶ ἄκουε, Ἰσραήλ· καὶ Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ ὁ περιστατικὸς δὲ καιρὸς, εἰ καὶ σφοδρὸς, ἀλλὰ χειμάῤῥου δίκην ὀλιγοχρόνιος. Εὐλογητὸς Κύριος, κ.τ.λ. Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἁλῶναι τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀνθρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ἐν ἡμῖν; Οἱ ἐπὶ τὸ θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς, οὐ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ἐξηγριωμένοι γὰρ οἱ ὠμόθυμοι λέοντες τοῖς ὀδοῦσιν αὐτῶν θηρεῦσαι ἡμᾶς ἐγλίχοντο· ἀλλ' οὐκ ἐπέτυχον τοῦ σπουδαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου· ὃν καὶ εὐλογοῦμεν ῥυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ' ἡμῶν διατεθέντων.

ΨΑΛΜΟΣ ΡΚ∆ʹ.

Ὄρη κύκλῳ αὐτῆς. Ταῦτά φασιν οἱ μετὰ τὴν μακρὰν ἐπανελθόντες

ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, ὡς ἤδη λοιπὸν ἐν ἀσφαλείᾳ γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ πεποιθήσει τοῦ Κυρίου θαῤῥοῦντες· ὃ δὴ κρεῖττον τοῦ κατοικεῖν Ἱερουσαλήμ· καὶ ἐπεὶ τοῦτο ποῦ κρείττων ἦν ὁ λαός; τοῦ μὲν τόπου ὄρη λέγεται κύκλῳ· τοῦ δὲ λαοῦ, δι' ὃν καὶ ὁ τόπος τετίμηται, ὄντως ὁ Θεὸς, ὁ καὶ τὸν τόπον φυλάττων, ὅτε ἄξιος ὁ λαός. Ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ· εἰς τὴν ἀκαθαρσίαν ἣν εἵλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.

ΨΑΛΜΟΣ ΡΚΕʹ.

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών. Οἱ ἀπόστολοι ταῦτα

προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀποφανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ ∆αβὶδ χρόνους οὐκ ἦν ἡ αἰχμαλωσία· τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησιν· ἐρεῖ δὲ ἄλλος, ὅτι προφητικῶς τὸ μέλλον δηλοῦται. -Μέρος τι τῆς αἰχμαλωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀπολαβὸν τὴν Ἱερουσαλὴμ, περὶ τῶν ἀπομεινάντων ἐν Βαβυλῶνι τὴν προκειμένην ᾠδὴν ἐπ' ἀγαθαῖς προσδοκίαις ἀναπέμπει· φασὶ δὲ, ὅτι οὔπω μὲν τελείως τὰ τῆς ἡμετέρας χαρᾶς πεπλήρωται· ἔσται δὲ τοῦτο ὅτε τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία· ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς παρακεκλημένοι, συμφώνως οἱ πάντες