1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

9

Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Κατηχεῖ δὲ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶσιν Θεοῦ. Τοιαύτης γὰρ τοὺς νῦν ἐξ ἐθνῶν προσιόντας ἔδει τυχεῖν παραινέσεως· οὓς καὶ δούλους καλεῖ, μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. Συμβαίνει δὲ τούτους πρὸ τῆς παλιγγενεσίας λουτροῦ, στάσιν ἔχειν ἐν οἴκῳ Θεοῦ τῶν αὐτοῦ προπύλων, ἀλλ' οὐ τῶν ἐνδοτάτω τυχόντας· εἰσαγωγὴν γὰρ ἔσχον, ἀλλ' οὐ τελείωσιν. ∆ιάφοροί γε μὴν αὐλαὶ, ἐπεὶ καὶ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι· προκοπῆς δὲ, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δὴ αἰνέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι Θεοῦ Λόγος, ἐφεστηκὼς τῷ παντὶ κόσμῳ, καὶ δεσπόζων αὐτοῦ· εἶτα περί τε οὐσίας αὐτοῦ μαθεῖν καὶ δυνάμεως, Υἱόν τε γνῶναι μονογενῆ τοῦ Θεοῦ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ.τ.λ. Ἐπεὶ ἀγαθὸς Κύριος, αἰνεῖτε αὐτόν. Αἰτία δὲ τοῦ αἰνεῖν, τὸ ἀγαθὸν οὐ κατὰ μέθεξιν εἶναι, ὡσαύτως δὲ τῷ Πατρί. Αἰνοῦμεν δὲ οὐ τῇ λέξει μόνον, ἀλλὰ καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεωρίᾳ καὶ τοῖς θεολογουμένοις ἔργοις πράττειν ἁρμόδια, τὸ, Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται· τοῦτο γὰρ ἡδὺ καὶ ὑπὲρ πᾶσαν χρηστότητα· αἰνοῦμεν δὲ αὐτὸν ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας Ἰακὼβ, ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ' αὐτὸν τὸν Ἰακὼβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ, εἰς περιουσιασμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιουσίου γενομένου, πάντων περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν καταγινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ. Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε 24.32 θελήματι Θεοῦ γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στόματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυροί τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπιτάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμένον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παντὸς ∆ημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιά φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος. Ἀλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι' ἣν ἔδρασεν ἀσέβειαν ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ' ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαῤῥύνονται, μαθόντες ὡς ἐπ' αὐτοῖς παρακληθήσονται, τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ' ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἐπιδεομένοις παρακαλεῖται. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ' αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει· ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας Κύριος, καὶ ὁ