1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

15

ἐπορεύθη τοῦ ζητεῖν τὸν ∆αυῒδ καὶ τοὺς ἄνδρας τοὺς μετ' αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάνδρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπήλαιον· καὶ εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον ἀποκοινῶσαι τοὺς πόδας αὐτοῦ· καὶ ∆αυῒδ καὶ οἱ ἄνδρες μετ' αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ σπηλαίου ἐκάθηντο. Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαοὺλ καὶ τοῦ σπηλαίου· τὸ δὲ τοῦ ∆αβὶδ ὄνομα διαφόρως ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται· ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κείμενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόσωπον τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, ἑρμηνεύεται ἐξουθενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ. Νῦν τοῦ ∆αυῒδ ὄνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ αὑτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δακρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦτα διδάσκει. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ' ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμοῦ καὶ φυγῆς ἐπεκέκλειστο, οὔτε μία τε παρῆν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ' οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυόμενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν ∆αυῒδ, εἰκότως ἔλεγεν τὸ, Ἔκρυψαν παγίδα μοι. Ἀλλ' οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορείᾳ, ταῖς τε πράξεσι καὶ ταῖς 24.48 ὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως ἐλαυνόμενος καὶ πολεμούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου. Πρὸς σὲ, Κύριε, ἐκέκραξα. Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογῶ, φησὶ, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων· ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζώντων. Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς ἡμῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ' ἣν κληρονομήσουσιν οἱ πραεῖς· ἐφ' ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν. Οὐκ ἦν ὁ ἐπιγινώσκων με. -Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ὁ ὑπὸ τῶν προΐστασθαι τῶν ἐκκλησιῶν νομιζομένων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαίρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ' ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ ἐν ἐπιλελησμένῃ γῇ.

ΨΑΛΜΟΣ ΡΜΒʹ.

Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος,

εὐκαίρως χρήσαιτο τῇ προκειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. Ἀκούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει· ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἀκουσθησόμεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλεῖ τὸν Θεόν. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ' ἐπιγεγράφθαι, Ψαλμὸς τῷ ∆αυῒδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο· τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά. Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς