1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

18

ὅπως χρὴ πολεμεῖν, ἀλλὰ καὶ τίς ἰσχὺς ἀνθρώπου, καὶ πόση δύναμις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος, πρὸς τὸ δυνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως; διὸ σὺ αὐτὸς, ὦ Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις· ὡς δὲ πατὴρ νηπίοις, καὶ ὡς μαθηταῖς διδάσκαλος συγκαταβαίνει. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους. Ἐξαπόστειλον, φησὶν ὁ ψαλμὸς, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῶν χειρῶν τῶν ἀλλοτρίων υἱῶν· δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν τοιούτων· ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν, τῶν ἐνεργουμένων ὑπ' αὐτῶν ἀνθρώπων· τὰς ἐπαναστάσεις γὰρ τῶν πειρασμῶν καὶ τῶν ἀσεβῶν ὕδατα ἐκάλεσεν, ὡς καὶ ἀλλαχοῦ φησιν· Ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· καὶ πάλιν· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ Θεοῦ Λόγου, τὴν ἐπιβουλὴν τῶν ἀσεβῶν ... αὐτοῦ τῳ .. θεασάμενος, τὰ προκείμενα θεσπίζει. Ὠδὴν καινὴν ᾄσομαί σοι. Ἄδει, καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ Θεοῦ Λόγου προφητευομένοις μνημονευθῆναι· διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς. Ἐν τῷ δὲ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην, ὥς 24.56 φησιν ὁ Ἀπόστολος· περὶ ταύτης λέλεκται τῆς ᾠδῆς· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ἀλλὰ καὶ, Ψαλῶσι, φησὶν, ἐν ψαλτηρίῳ δεκαχόρδῳ, τὸν πρακτικὸν αἰνιττόμενος βίον διὰ ψυχῆς καὶ σώματος ἐνεργούμενον· πέντε μὲν ὄντων σαρκὸς αἰσθητηρίων, πέντε δὲ τῶν τῆς ψυχῆς δυνάμεων, δι' ὧν τὰ αἰσθητήρια τοῦ σώματος κινεῖται. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι Ὁ διδάξας βασιλείαν οὐρανῶν, βασιλεῖς ἐργάζεται τοὺς καταξιουμένους αὐτῆς, οἷς δίδωσι τὴν παρ' αὐτοῦ σωτηρίαν· ἅμα δὲ κατορθώσασι τὸ μὴ βασιλεύεσθαι ὑπὸ ἁμαρτίας· Χριστὸς δ' ἐστὶν ὁ ἐν Παροιμίαις λέγων· ∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι· ταῦτα εἰδὼς ὁ Ἀπόστολος ἔγραφε· Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· ἐπεὶ οὖν τούτοις χαρίζεται ὁ Θεὸς τὴν σωτηρίαν, εἰκότως καὶ τῷ ∆αυῒδ ἀγαθὰς ἐλπίδας ὑπογράφει τὸ λόγιον, ὡς λυτρωθησομένῳ ἀφ' ὧν πώποτε πέπτωκεν ἁμαρτιῶν· ἡ γὰρ κάθοδος τοῦ Θεοῦ Λόγου μετὰ τῶν ἄλλων καὶ τῷ ∆αυῒδ εὐεργητικὴ γεγένηται, ἅτε διακονησαμένῳ τῇ ἐνσάρκῳ αὐτοῦ γενέσει. Τῷ λυτρουμένῳ ∆αυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς. Ῥομφαία πονηρὰ ἡ γλῶττά ἐστι τῶν ἀθέων, καὶ οἱ λόγοι τῶν τὰ σοφίσματα κατὰ τοῦ Θεοῦ μελετώντων εἰς τὸ φονεύειν ψυχάς· χεὶρ δὲ υἱῶν ἀλλοτρίων, πρᾶξις καὶ ὁ βίος τῶν ἀλλοτρίων τῆς θεοσεβείας, ὧν ἐν μύθοις ἀναπλάσμασι καὶ ταῖς περὶ εἰδώλων πλάναις τὸ στόμα λαλεῖ ματαιότητας· τούτων δὲ καὶ δεξιὰ, τουτέστιν ἡ πρακτικωτέρα δύναμις, περὶ πλεονεξίας καὶ ἁρπαγὰς ἀσχολεῖται. Τοιοῦτοι δ' ἂν εἶεν καὶ οἱ ἐκ τοῦ προτέρου λαοῦ, καθ' ἃ εἴρηται· ἀπὸ τούτων οὖν ἐπὶ τοῦ παρόντος ἤδη δεύτερον ὁ ∆αυῒδ ῥυσθῆναι εὔχεται, ἵνα μὴ ἁλῷ τοῖς ὁμοίοις ἁμαρτήμασιν. Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ προτέρου λαοῦ οἱ υἱοὶ οὐ μόνον, ἀλλὰ καὶ πάντων τῶν ἀλλοτρίων τῆς θεοσεβείας ὡς νεόφυτά ἐστιν ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· τοῦ δὲ δικαίου ἡ σάρξ ἐστιν ἀσθενὴς, καὶ τὸ φρόνημά ἐστι νενεκρωμένον· τούτων τῶν ἐκ περιτομῆς καὶ αἱ θυγατέρες ἑταιρικῶς εἰσι κεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ ἐν ᾧ πονηρὸν πνεῦμα ἐνοικεῖ· διό φησι περὶ αὐτῶν ὁ προφήτης· Ἀνθ' ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὰ ἑξῆς· οἱ δὲ ἅγιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς· καὶ τῶν μὲν περιττεύει καὶ ὑπερχεῖ τὰ ταμεῖα θησαυριζόντων ἐπὶ τῆς γῆς· καὶ λεγόντων, Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω· τῶν δὲ ὁ θησαυρός ἐστιν ἐν οὐρανῷ· καὶ τῶν μὲν ἔστι