1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

11

κακοὺς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ὢν, σὺν τῷ Σηὼν ἀποκτίννυται· ὅπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακῶς ἐκράτουν, σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλ' ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰσραὴλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ' ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, κατὰ τὸν Ἀπόστολον, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμματι ἀλλὰ πνεύματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν (ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραὴλ), ἐλυτρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματικοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ἡμᾶς δὲ ἀληθῶς ἐλυτρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυπτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τεταπεινωμένοι. Τοσοῦτον δέ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφορα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δωρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν. ∆ιόπερ ὁ λόγος μετὰ τὸ φάναι, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛςʹ.

Ὁ παρὼν ψαλμὸς, ἀνεπίγραφος ὑπάρχει παρ' 24.37 Ἑβραίοις, καὶ οὔτε τίνος

ἐστὶ προγέγραπται, οὔτε ποίου τυγχάνει εἴδους· ἀλλ' ἔστι ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη· καὶ τοῦτο δὲ σημειώσει ὡς ἔν τισιν τῶν ἀντιγράφων, κατὰ τοὺς Ἑβδομήκοντα, ἐπιγέγραπται Ἀγγαίου καὶ Ζαχαρίου. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου! Ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι, καὶ τὸν τὰ νήπια αὐτῶν προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά· καὶ γὰρ τῷ ὄντι, τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα, μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δὲ ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη εἰ ἃ πέπονθεν ποιήσειεν, καὶ ἀνταιχμαλωτήσειεν τοὺς Βαβυλωνίους, καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ Θεοῦ φόβον. Εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι, ἀλλὰ συντρίψειεν πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας, καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων, οὐκ ἂν ἁμάρτοις εἰπών· ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὔξειν, μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος. ΨΑΛΜΟΣ ΡΛΖʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν Θεὸν, οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης