1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

20

Μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον, καὶ πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως· ἀφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μεῖζον τῆς ἐξομολογήσεως ἀποδιδόασι· δι' ὧν γὰρ φρονοῦσι καὶ πράττουσι, τὴν βασιλείαν αὐτοῦ ἐροῦσιν, ἐμφανίζοντες προγευστικῶς, ὡς αὐτῷ στρατευσάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ· λαλήσουσι δὲ καὶ συμφυῆ δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταγμένως αὐτῷ ὑποτέτακται· ὄντες φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδιδόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μόνων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκότων διδάσκαλος καὶ καθηγητὴς ὁ Χριστὸς, τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων· Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων, ἢ δι' ἀνθρώπων, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· ἀμέλει γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἐκπέμπει τοὺς ἀποστόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη, πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς· ἃ τοίνυν παρ' αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι τοῖς τῶν ἀνθρώπων υἱοῖς. Πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ. Πιστὸς δὲ ὁ Θεὸς οὐχ ὡς μετέχων πίστεως, ἀλλ' ὡς ἀξιόπιστος εἴρηται· πάντα γὰρ ἃ λέγει γίνεται· κατὰ τὸ, Αὐτὸς εἶπεν· Οὐχὶ ποιήσει καὶ οὐχὶ ἐμμενεῖ; λέγει δὲ καὶ τό· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὅσιος δὲ, ὡς ὁσιότητος μεταδιδοὺς τοῖς ἔργοις αὐτοῦ· ὥσπερ καὶ ἅγιος ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ· καὶ σοφία ἐστὶν ὁ Σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς. Σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος, ὡς οὐ μόνον ἰατρός ἐστιν ὁ Θεὸς τῶν πεπτωκότων, καὶ θεραπευτὴς τῶν 24.61 κατεῤῥαγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἁπάντων· διὸ καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι, καὶ φυσικαῖς τισι καὶ διδακταῖς ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφορώντων, αὐτὸς οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς καιροῖς ἐπιτηδείως ἄλλοτε ἄλλας χορηγεῖ, τοῖς πᾶσιν τὴν χεῖρά τε τὴν δημιουργικὴν, τουτέστι τὴν δύναμιν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως πᾶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ' αὐτοῦ δωρουμένων ἀπολαύσεως. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι ἐπιστημόνως αὐτὸν ἐπικαλεῖσθαι, καὶ καταξιοῦσθαι αὐτοῦ τῆς ἀκοῆς, ἐπιφέρει ἀναγκαίως ἐπαναλαβὼν τὸν λόγον καὶ φησὶν ὅτι οὐ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπιτυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστηκεν· οἷς καὶ φησίν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· περὶ τούτων δὲ καὶ ἀλλαχοῦ λέλεκται· ∆ιότι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Πᾶσι μὲν οὖν ἐγγὺς κατὰ πρόνοιαν, κατὰ σχέσιν δὲ τοῖς σὺν ἐπιστήμῃ καλοῦσι· τοῦτο γὰρ τὸ, ἐν ἀληθείᾳ. -Μετὰ τὴν κοινὴν δὲ πρόνοιαν ἐξαίρετον τὴν περὶ τῶν πιστῶν ἐπενήνοχε, τὸ τοιούτων ἐγγὺς εἶναι, καὶ μειζόνως αὐτῶν προνοεῖσθαι. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τέως μὲν αἰνῶν οὐ διαλείψω Θεόν. Εὔχομαι δὲ καὶ θᾶττον ἀποβῆναι τὴν λέγουσαν προφητείαν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καί· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· ἔσται δὲ τοῦτο ἡνίκα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὅτε καὶ πᾶν γένος ἀνθρώπων σωθήσεται· στόμα δὲ λέγει τὸ νοητὸν, περὶ οὗ καὶ ἀλλαχοῦ· Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου ἔσται, δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ, καὶ οὐκ οὖσα ὡς χόρτος.