Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,» Ἡσαΐας, Ἱερεμίας, καὶ Μιχαίας. «Ἐλιθάσθησαν,» Στέφανος καὶ Ναβουθέ. «Ἐπρίσθησαν,» ὁ Ἡσαΐας· ξυλίνῳ πρίονι ἔπρισαν αὐτὸν οἱ Ἰουδαῖοι. «Ἐπειράσθησαν,» ὡς ὁ Ἰώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον,» Ἰάκωβος, Ζαχαρίας, καὶ οἱ λοιποί. «Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν.» Ἤγουν οὗτοι πάντες οἱ ἅγιοι μαρτυρηθέντες, ὅτι εὐηρέστησαν τῷ Θεῷ, οὔπω ἀπέλαυσαν τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἀγαθῶν, ἀλλὰ περιμένουσι τὴν δευτέραν παρουσίαν, ἵνα στεφανωθῶσιν ἅπαντες ἐν μιᾷ καιροῦ ῥοπῇ. Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ Ἀπόστολος, ὅτι «Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προσβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» Χωρὶς γὰρ πάντων τῶν ἁγίων οἱ ἥμισυ οὐκ ἀπολαμβάνουσι τὰ ἐπηγγελμένα ἀγαθά. Τὴν μὲν γὰρ ἐλπίδα καὶ τὸν ἀῤῥαβῶνα ἔσχον, καὶ κεχωρισμένοι εἰσὶν ἐκ τῶν ἁμαρτωλῶν. Τὸ δὲ τέλειον οὔπω εἴληφον, κρεῖσσον γάρ ἐστι τοῦτο· ἵνα εἰσελεύσονται πάντες εἰς τὴν βασιλείαν ἐν ἑνὶ καιρῷ, καὶ ἐξ ἴσου ἀπολάβωσι πάντες οἱ ἅγιοι τὰ ἀγαθὰ τοῦ Θεοῦ. Κείμενον ρκθʹ. «Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.» Ἑρμην. Νέφος μαρτύρων αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ δροσίζουσιν ἡμᾶς τοὺς ἐν ἁμαρτίαις συνεχομένους, καὶ φλογιζομένους, καὶ ἐν τῇ σκιᾷ τῶν πρεσβειῶν αὐτῶν περισκέπουσιν. Κείμενον ρλʹ. «Ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.» Ἑρμην. Ὄγκον τὸ πλῆθος λέγει. Λέγει δὲ οὕτως· ὅτι, Ἐπειδὴ ἔχομεν τοσοῦτον πλῆθος τῶν ἁγίων μαρτύρων, ὥσπερ νέφος δροσίζον ἡμᾶς, θαῤῥοῦντες εἰς τὴν πρεσβείαν τῶν εὐχῶν αὐτῶν, μιμησώμεθα καὶ ἡμεῖς ἐκείνων τὰς ἀρετὰς, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ἅπαντα ἀποῤῥίψαντες, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν καταλιπόντες, δι' ὑπομονῆς καὶ μακροθυμίας τρέχωμεν τὸν ἀγῶνα τῆς ἀρετῆς. Εὐπερί 28.773 στατον δὲ εἶπε τὴν ἁμαρτίαν, ἐπειδὴ μόνιμον στάσιν οὐκ ἔχει, ἀλλὰ ταχέως τρέπεται καὶ καταλύεται. Καὶ γὰρ ἡ ἁμαρτία ῥίζαν οὐκ ἔχει, ἀλλ' οὐδὲ καρπόν. Ἀφανίζεται δὲ ταχέως καὶ καταλύεται ὑπὸ τοῦ ξίφους τῆς μετανοίας κοπτομένη. Ἀξίνη γάρ ἐστιν ἡ μετάνοια, ἐκκόπτουσα πᾶν κακόν. Μετάνοια δέ ἐστιν οὐχ ἡ τῶν γονάτων κλίσις, ἀλλ' ἡ ἀποχὴ τοῦ κακοῦ, καὶ τὸ πονεῖν, καὶ θρηνεῖν καὶ δέεσθαι τοῦ Θεοῦ ὑπὲρ τῆς τῶν προημαρτηκότων ἀφέσεως. ∆ιὰ γὰρ τοῦτο λέγεται μετάνοια, ὅτι μετατίθησι τὸν νοῦν ἀπὸ τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν.

21