Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

«Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχε πρώτη ἡμέρα. Ἐπειδὴ ἀπὸ τοῦ φωτὸς ἠρξάμεθα, καὶ εἰς σκοτασμὸν κατηνέχθημεν ὕστερον. Πλανηθέντες γὰρ ἀπὸ τῆς εὐ θείας ὁδοῦ εἰς εἴδωλα καὶ σκοτασμὸν ἀπάτης ἐνεπέ σαμεν. Ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας ἄρχεται πά λιν καὶ πρωτεύει ἡ νὺξ τῆς ἡμέρας. ∆ιὰ τοῦτο καὶ ἀφ' ἑσπέρας ἀρχόμεθα ἑορτάζοντες τὰς ἐπαύριον ἡμέρας. Ποίῳ δὲ τρόπῳ γέγονεν οὕτως, ἄκουσον. Ἐπειδὴ τὸ πρῶτον ἀπὸ τοῦ φωτὸς πρὸς τὸ σκότος ἐνεπέσαμεν, διὰ τοῦτο καὶ τὸ φῶς ἔχει τὴν ἀρχὴν, τὸ δὲ σκότος ὕστερον. Ἀφ' οὗ δὲ ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ κόσμῳ ἀνέτειλε, καὶ ἀπὸ τοῦ σκότους τῆς πλάνης πρὸς τὸ φῶς τῆς θεογνωσίας ἡμᾶς ἐπ ανήγαγε, διὰ τοῦτο καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους ἀρχόμε θα, καὶ πρὸς τὸ φῶς καταλήγομεν. Ἐν τούτῳ κἂν ἡ νὺξ πρωτεύει, ἀρχὴν διδοῦσα ἡμᾶς, καὶ παραπέμπουσα πρὸς τὸ φῶς. Καὶ γὰρ ὁ βίος οὗτος σκότος παρὰ τῇ Γραφῇ ὀνομάζεται, καθὼς ὁ θεσπέσιος Παῦλος οὕτω φησίν· «Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐν δυσώμεθα τὰ ὅπλα τοῦ φωτός·» τουτέστι τοῦ μέλ λοντος αἰῶνος. Φῶς γὰρ ὁ μέλλων ἐστί. Τὰ δὲ ὅπλα τοῦ φωτὸς ἐκείνου εἰσὶν αἱ ἀρεταί. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Φῶς δὲ τὰς ἀρετὰς ἐκάλεσεν, ἃς δύναται ἔχειν ὁ ἄνθρωπος ἕως οὗ ζῇ· μετὰ θάνατον γὰρ οὐ δύναται ταῦτα εὑρεῖν. Σκότος δὲ ὁ αἰὼν οὗτος διὰ τὰς σκοτεινὰς αὐτοῦ πράξεις καὶ ἀθεμίτους· ὡς πάλιν εἴρηκεν ὁ Χριστός· «Ὁ ἀκο λουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ γὰρ τὸ ἀκολουθεῖν τῷ Χριστῷ τοῦτό ἐστι τὸ ποιεῖν τὰ εὐάρεστα αὐτοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ. Ὁ τοιοῦτος γὰρ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, τουτέστιν ἐν ταῖς ματαί αις ὁδοῖς τοῦ βίου τούτου, ἀλλὰ κατασκηνώσει καὶ ... λαβεῖ τὸ αἰώνιον φῶς τῆς ζωῆς τοῦ μέλλοντος αἰῶ νος, καὶ τὴν ἐκεῖ ἀπέραντον εὐφροσύνην καὶ ἀγαλλίασιν. Ἐρώτ. νηʹ. Ὅτι μετὰ τὴν βρῶσιν ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχον ταύτην τὴν αἴσθησιν, Ἀπόκ. Ὥσπερ τὰ κομιδῆ νήπια ἐρυθριᾷν οὐ πέ φυκε τῆς ἐσθῆτος γυμνούμενα, ἀλλὰ κατὰ μικρὸν τοῦ σώματος αὐξανομένου, καὶ τὴν ἐντροπὴν προσλαμ βάνουσιν οὕτω δὴ καὶ περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας. Εὐθὺς μὲν πλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς, 28.737 καὶ τῆς ἁμαρτίας ἀμέτοχοι, οὐκ ᾐσχύνοντο δίχα πε ριβολαίου· μετὰ δὲ τὴν πεῖραν τῆς ἁμαρτίας φύλλοις συνεκάλυψαν τὰ ἑαυτῶν μόρια. Ἐρώτ. νθʹ. Τί ἐστιν, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν;» Ἀπόκ. Ἐλεγκτικῶς τὴν εἴκασιν τοῦ Ἀδὰμ μεμφόμενος λέγει ὁ Θεός· Μὴ ὃ ἐνόμισας γενέσθαι ἐγέ νετο; Μὴ Θεὸς ἐγένου, καθὼς ὁ πονηρὸς εἶπέ σοι, καὶ ἐπλάνησέ σε; Ἐπιθυμήσας γὰρ ὑψηλότερος γε νέσθαι, εἰς τὸ ἧττον ἐξέπεσεν. Ἐρώτ. ξʹ. Τί ἐστι τὸ, «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐ τοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις;» Ἀπόκ. Τοῦ προσενεχθέντος δώρου εἶπεν ὁ Θεὸς τῷ Κάϊν, ὅτι, Αὐτοῦ τοῦ δώρου οὗ προσήγαγες, προσγένηταί σοι ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἐξου σιάσεις αὐτοῦ. Ὡς θέλεις ποίησον. Ἐγὼ γὰρ αὐτὸ οὐ προσεδεξάμην. Ἐρώτ. ξαʹ. ∆ιὰ τί, ἁμαρτήσαντος τοῦ Ἀδὰμ, Ἄβελ ὁ δίκαιος ἐτελεύτησεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἠθέλησεν ὁ Θεὸς γενέσθαι τοῦ θανάτου τὸ θεμέλιον ἰσχυρόν· εἰ γὰρ ὁ Ἀδὰμ πρῶτος ἐτελεύτησεν, ἰσχυρὰν ἐκεῖνος ἂν τὴν κρηπῖδα ἔσχεν, ὡς πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος. Ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον πρῶτον ἐδέξατο, σφαλερὸν ἔχει καὶ σαθρὸν αὐτοῦ τὸ θεμέλιον. Ἐρώτ. ξβʹ. Τί λέγει, ὅτι «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει;» Ἀπόκ. Τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθ' οὗ διηλέχθη τῷ ἀδελφῷ εἰπών· «∆ιέλθωμεν εἰς τὸ πεδίον·» τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι τοῦ ἀδελφοῦ μείζων ἡ ἐπί τασις· πέμπτον, ὅτι γονεῦσι πένθος

9