Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χριστοῦ μαθητὰς κατεφοίτησεν. Ἐρώτ. λʹ. Τίς ἐστιν ὁ κριτὴς τῆς ἀδικίας, ὁ μήτε τὸν Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπό μενος; Ἀπόκ. Ὁ Θεός· οὔτε γὰρ Θεὸν ἔχει, ὃν φοβηθή σεται, οὔτε ἄνθρωπον ἐντραπήσεται. «Χήρα δέ τις ἦν ἐν τῇ πόλει.» Τίς δὲ ἡ χήρα ἐκείνη; ἡ παντὸς ἀνθρώπου ψυχὴ, ἥ ποτε τὸν διάβολον ἄνδρα ἔχουσα, καὶ ἀποῤῥίψασα αὐτὸν, τὸν δὲ Χριστὸν ἐνστερνισα μένη, χήρα τυγχάνει, καὶ δέεται καθ' ἑκάστην ἡμέ ραν καὶ νύκτα, τὸν κριτὴν παρακαλοῦσα καὶ ὀδυρο μένη καὶ λέγουσα· «Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδί κου μου.» Ἐρώτ. λαʹ. Τίς δέ ἐστιν ὁ ἀντίδικος; Ἀπόκ. Ὁ διάβολος, ὁ «ὡς λέων ὠρυόμενος περι πατῶν, ζητῶν τίνα καταπίῃ.» Ἐρώτ. λβʹ. Τί δὲ εἶπεν ὁ κριτής· «Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, 28.721 ἀλλ' οὖν ἐκδικήσω αὐτὴν, ἵνα μὴ ἐρχομένη ὑπ ωπιάζῃ με.» Καὶ ἐπιφέρει ὁ Κύριος λέγων· «Ἀκού σατε, τί λέγει ὁ κριτὴς τῆς ἀδικίας,» ὁ Θεός· ἐπειδὴ κρίνει καὶ κατακρίνει τοὺς ἀδίκους. «∆ικαίῳ γὰρ νόμος οὐ κεῖται.» Ἐρώτ. λγʹ. Πῶς νοητέον, ὅτι «Ὁ ἔχων ἱμάτιον, πωλησάτω αὐτὸ, καὶ ἀγορασάτω μάχαιραν;» Ἀπόκ. Τοῦτο εἶπε γνωρίσαι θέλων ὁ Κύριος τοῖς ἀποστόλοις τὴν προδοσίαν αὐτοῦ, καὶ τὴν ἔφοδον τῶν Ἰουδαίων. Οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐ γνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν. Ἐρώτ. λδʹ· Πῶς ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπ ολέσει αὐτήν; Ἀπόκ. Ὁ μὲν φιλῶν τὴν ψυχὴν αὐτοῦ ἐστιν ὁ τὰς ἀτόπους ἐπιθυμίας αὐτοῦ ποιῶν· ὁ δὲ μισῶν αὐτήν ἐστιν ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ· ὁ δὲ θέλων αὐτὴν ἀπολέσαι ἐστὶ παρὰ τὸ δέον ἐκ τῶν ἐπερχομένων αὐτῇ κινδύνων καὶ θλίψεων καὶ πει ρασμῶν διαφυγεῖν ἐφιέμενος. Ὥσπερ οὖν καὶ τὴν ὑπὲρ αὐτοῦ ἐν τοῖς κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνόμασεν· οὕτως εὑρήσει αὐτὴν εἰς ζωὴν τὴν αἰώνιον. Ἐρώτ. λεʹ. Τί ἐστιν· «Ἐὰν ὁ δεξιός σου ὀφθαλ μὸς, ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ;» Ἀπόκ. Οὐ περὶ τῶν μελῶν τοῦ σώματος τοῦτο εἴρηκεν ὁ Κύριος· ἄπαγε! ἀλλὰ περὶ φίλων καὶ συγγενῶν· μέλη γὰρ ἀλλήλων ἐσμέν. Ἐὰν οὖν, φη σὶν, ἔχῃς φίλον καὶ συγγενῆ ἀναγκαῖόν σοι ὄντα, ὡς δεξιὸν ὀφθαλμὸν ἢ χεῖρα· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἰὼβ, ὅτι «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν·» καὶ ἴδοις ἑαυτὸν βλαπτόμενον τὴν ψυχὴν ὑπ' αὐτοῦ, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· οὐδεμία γὰρ κοινω νία φωτὶ πρὸς σκότος, μάλιστα ἐὰν ὑποκρίσεώς τινος καὶ δόλου μετέχωσιν. Τοῦ Χρυσοστόμου λςʹ. Συκῆν εἶχέ τις ἐν τῷ ἀμπε λῶνι αὐτοῦ, καὶ ἦλθε ζητῶν ἐν αὐτῇ καρπὸν, καὶ οὐχ εὗρεν. Ἀπόκ. Συκῆν ἔθος τῇ Γραφῇ καλεῖν τὴν ἐν ἁμαρ τίαις ψυχήν· ἀμπελῶνα δὲ τὴν τῶν πιστῶν Ἐκκλη σίαν· ἀμπελουργοὺς δὲ τοὺς ἀγγέλους. Ἐπεὶ οὖν ἐν τῇ Ἐκκλησίᾳ ἀναξίαις βιοῦντες τῆς πίστεως, οὐκ ἀμπελὼν, ἀλλὰ συκῆ ὀνομάζονται. Ἐκ νέας μὲν ἡλικίας, ὡς εἰκὸς, ἐν αὐτῇ φυτευθέντες διὰ τοῦ βα πτίσματος, μέχρι δὲ γήρους τὸν τρόπον μεταβαλλό μενοι· εἰκότως μακρόθυμος ὁ Θεὸς λέγει τῷ ἀμπελ ουργῷ, ἤτοι τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας· «Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν κατ αργεῖ; Ὁ δέ φησι· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.» Τρία οὖν ἔτη εἰσὶν ἐν ἀνθρώποις, ἐν οἷς ἔρχεται ζη τῶν καρπὸν ὁ Θεὸς, αἱ τρεῖς μεθηλικιώσεις τοῦ ἀν 28.724 θρώπου, ἢ ὡς παιδία, νεώτεροι, καὶ πρεσβύτεροι. Πολλοὶ γὰρ, ἐν αὐτῷ τῷ γήρᾳ μετανοήσαντες, διὰ θλίψεών τε σκαφέντες, καὶ διὰ πειρασμῶν δεξάμε νοι κόπρια, τὴν ἀρετὴν ἐκαρποφόρησαν. Κυρίλλου λζʹ. ∆ιὰ τί ἡ Ἐκκλησία καλεῖται Ἐκκλησία, καὶ διὰ τί καθολική; Ἀπόκ. Ἐκκλησία μὲν, διὰ τὸ πάντας ἐκκαλεῖ σθαι· καθολικὴ δὲ, διότι καθόλου τοῦ κόσμου κεχυ μένη ὑπάρχει. Ἐρώτησις ληʹ. Πόθεν λέγεται αἵρεσις; Ἀπόκ. Ἀπὸ τοῦ αἱρεῖσθαί τι

4