Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεόν; Ἀπόκ. Οὗτοί εἰσιν οἱ ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικοῦντες, οἵτινες, χωρὶς συνάξεως ἐκκλησιαστικῆς δι' ἔργων ἀγαθῶν θείῳ πνεύματι φωτιζόμενοι, ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεὸν καὶ Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἀμέμπτως βιοῦντες καὶ τῷ Θεῷ εὐσεβοφρόνως λατρεύοντες, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι τῶν ἀρετῶν διαλάμποντες, καὶ οὐκ ἔχουσι χρείαν ἐκκλησίας ἢ τόπου, ἀλλ' αὐτοὶ ἑαυτοὺς ναοὺς ποιοῦντες ταῖς ἀγαθαῖς ἐργασίαις, ἐν παντὶ τόπῳ καὶ πανταχοῦ εὐαρεστοῦσι τὸ Θεῖον, ἀδιαλείπτως καὶ εἰλικρινῶς αὐτὸν θεραπεύοντες πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ἐρώτ. κεʹ. Τί λέγει· «Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, ἐπὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς;» Ἀπόκ. Τουτέστι περὶ παντὸς πράγματος, οὗ ἐὰν συμφωνήσῃ ἡ ψυχὴ μετὰ τοῦ σώματος, εὐσεβοῦς καὶ ἐναρέτου ζητήματος, ὁ Θεὸς ἐν μέσῳ αὐτῶν γίνεται, ὥσπερ τῷ Ἡλίᾳ ἐν τῷ ὄρει, καὶ ∆ανιὴλ ἐν τῷ λάκκῳ προσομιλήσας, καὶ τὰ αἰτήματα αὐτῶν πλη ρώσας. Ἐρώτ. κςʹ. Τί λέγει· «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ?» Ἀπόκ. Ἀντίδικόν ἐστι τὸ σῶμα τῇ ψυχῇ. Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ὥς φησι Παῦλος. Ὑπ ωπιάζομεν γὰρ καὶ δουλαγωγοῦμεν τὸ σῶμα, εὐνοοῦν τες διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς λοιπῆς κα κοπαθείας, ἵνα μηκέτι ἐξανίσταται τῆς ψυχῆς διὰ παθῶν τῆς ἀτιμίας. Ὁδὸν λέγει, τὸν μάταιον βίον τοῦτον καὶ πλάνον· ἂν γὰρ λυθῇ ἡ ψυχὴ τοῦ σώμα τος, καὶ ἐξέλθῃ τοῦ βίου τούτου καὶ τῆς ὁδοῦ, οὐκ ἔτι ἐργάζεσθαι ἀγαθὸν δύναται. Κοδράντης δὲ λέγεται καὶ αὐτὸ τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου. Λέγεται δὲ καὶ ἡ συνείδησις ἀντίδικος· ἐλέγχει γὰρ ἡμᾶς ἐν τῇ καρδίᾳ κρυπτῶς, καὶ ἀναχαιτίζει ἀπὸ τοῦ κακοῦ, καὶ ἐὰν μὴ ἀκούσωμεν αὐτοῦ, ἔσχατον παραδίδωσιν ἡμᾶς ἐν τῷ κριτηρίῳ τοῦ Θεοῦ καὶ δώσομεν εὐθύνας ὑπέρ τε τῶν μεγάλων ἁμαρτημάτων, καὶ τῶν εὐτελῶν καὶ λίαν ἐλαχίστων. Ἐρώτ. κζʹ. Τί ἐστιν· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως;» Ἀπόκ. ∆ιὰ τὴν ἀνθρωπότητα λέγει, ὅτι «Πλούσιος ὢν ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ 28.720 σταυροῦ.» Μέγα δὲ καὶ κομῶν τοῖς φύλλοις διὰ τὴν θεότητα. Πετεινὰ δὲ τοῦ οὐρανοῦ ἐν τοῖς κλάδοις αὐτοῦ προφήτας καὶ ἀποστόλους, καὶ αὐτοὺς τοὺς εὐαγγελιστὰς καθεζομένους. Ἐρώτ. κηʹ. Τί ἐστι τό· «Οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν;» Ἀπόκ. Τινὲς τὸν σισόην ἄλλως ἡρμήνευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπόκαρσιν τὸν νόμον ἀπαγορεύειν. Εἰώ θασι γὰρ οἱ Ἕλληνες μὴ ἀποκείρειν τῶν παίδων τὰς κορυφὰς, καὶ τοὺς μαλοὺς ἐᾷν, καὶ τούτους μετὰ χρόνον ἀνατιθέναι τοῖς δαίμοσιν. Ἐρώτ. κθʹ. ∆ιὰ τί ἐνεφύσησεν ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον;» Ἀπόκ. Ὥσπερ ἐπὶ τοῦ τυφλοῦ ἐποίησε πηλὸν, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα δείξῃ, ὅτι αὐ τός ἐστιν ὁ πλάσας κατ' ἀρχὰς τὸν ἄνθρωπον ἐκ τοῦ πηλοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ τοῖς μαθηταῖς ἐν εφύσησε, δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ δοὺς πνοὴν καὶ ζωὴν τοῖς ἀνθρώποις διὰ τοῦ παλαιοῦ ἐμφυσήματος τοῦ πρὸς τὸν Ἀδάμ. Εἰπὼν δὲ αὐτοῖς· «Λάβετε Πνεῦμα ἅγιον·» ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ χάριν διὰ τοῦ ἐμφυσήματος πρὸς τὸ ἀφιέναι ἁμαρτίας. ∆ιὰ τῆς ἐπιφοιτήσεως ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ τὴν τοῦ βαπτίσματος καὶ τὴν τῶν σημείων ἐνέργειαν παρ εῖχε. ∆ιό φησιν· «Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Πρὸ γὰρ τοῦ πάθους οὐκ ἐν Πνεύματι ἁγίῳ τὰς ἰάσεις ἐποίουν οἱ ἀπό στολοι, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ καὶ προστάξει. «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰη σοῦς οὐδέπω ἐδοξάσθη.» ∆εδόξασται δὲ ἐγερθεὶς ἐκ νεκρῶν. Πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου Πνεύματος τὴν ὑπόστασιν· αὐτὸ γὰρ ἦν τε

3