Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολάμβανε· τὸ δὲ, «Ὅσοι ἐν νόμῳ ἥμαρτον,» τὴν χείρονα κόλασιν καὶ τιμω ρίαν. Κείμενον ςβʹ. «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστά σεως ἐσόμεθα.» Ἀπόκ. Σύμφυτοι γεγόναμεν, ἤγουν μέτοχοι· ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν, ταφὲν ἐν τῇ γῇ, ἔφυ σε σωτηρίαν τῷ κόσμῳ· οὕτω καὶ τὸ ἡμῶν σῶμα, ταφὲν ἐν τῷ βαπτίσματι, ἔφυσε δικαιοσύνην ἡμῖν αὐ τοῖς. Τὸ δὲ ὁμοίωμα οὕτως ἔχει· ὥσπερ ὁ Χριστὸς ἀπέθανε, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι θνήσκοντες ἀνιστάμεθα. Τὸ γὰρ καταδῦσαι τὸ παίδιον ἐν τῇ κολυμβήθρᾳ τρίτον καὶ ἀναδῦσαι, τοῦτο δηλοῖ τὸν θάνατον καὶ τὴν τρι ήμερον ἀνάστασιν τοῦ Χριστοῦ. Ἐρώτ. ςγʹ. Τί ἐστι· «Τὸ γὰρ ἀδύνατον διὰ τοῦ νόμου, ἐν ᾧ ἠσθένει, διὰ τῆς σαρκὸς, ὁ Θεὸς,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Ἠσθένει, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον. Οὐ γὰρ ἠδύνατο ὁ ἄνθρωπος τὴν τυ ραννίδα καὶ τὴν πύρωσιν ὑποφέρειν τῆς σαρκός. ∆ιὰ τοῦτο ἔπεμψεν ὁ Θεὸς τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ἵνα διὰ τῆς σαρκὸς αὐτοῦ κατακρίνῃ τὴν ἁμαρτίαν. Τὸ δὲ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ εἶπεν, ἐν σαρκὶ ἁμαρτίας, ἀλλ' ἐν ὁμοιώματι. Ὡμοιώθη γὰρ κατὰ πάντα ἡ ἀνθρωπίνη σὰρξ τοῦ Χριστοῦ τῇ ἀν θρωπίνῃ σαρκὶ, καθ' ὃ τέλειος ἄνθρωπος ἦν. Ἁμαρ τωλὸς δὲ οὐκ ἐγένετο ἡ σὰρξ αὐτοῦ, καθάπερ ἡ ἡμε τέρα σάρξ. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑ ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐρώτ. ςδʹ. Τί λέγει· «∆ότε τόπον τῇ ὀρ γῇ;» Ἀπόκ. Τῷ λυπήσαντί σε καὶ θλίψαντι, ἢ ἀδική σαντι, συγχώρησον σὺ αὐτῷ, ἀνάθου δὲ τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως, κἀκεῖνος οἰκονομήσει τὰ δέοντα. Τὸ δὲ, «Μακάριος ὁ μὴ κρίνων ἐν ᾧ δοκιμάζει,» τοῦτο δηλοῖ· ὅταν ποιεῖς τι οἰκονομικῶς πρὸς σωτηρίαν 28.756 τοῦ ἀδελφοῦ σου, καὶ πάντες μέμφονται, τὸ δὲ σὸν συνειδὸς οὐ κατακρίνει σε, μακάριος εἶ. Ἐρώτ. ςεʹ. Τί λέγει· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον;» Ἀπόκ. Ἐὰν εἴπωμεν, φησὶν, Ἰουδαίῳ· Πίστευσον· λέγει, Ἀναστήσατε νεκροὺς, ἰάσασθε μαινῶν τας. Ἐὰν δὲ εἴπωμεν Ἕλληνι, ἀπαιτεῖ ἡμῖν ῥητορικὸν λόγον. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρω μένον, ὅστις ἐστὶ καὶ δύναμις τῶν σημείων, καὶ πέ λαγος τῆς σοφίας. Ἀλλ' ἐκεῖνοι σκανδαλίζονται, καὶ μωρὸν ἡγοῦνται τὸ κήρυγμα, ἀκούοντες Θεὸν ἐσταυ ρωμένον· καὶ οὐ θαῦμα, καὶ γὰρ οἱ ἀσθενοῦντες τοὺς ὀφθαλμοὺς, οὐ δύνανται βλέπειν τὸν ἥλιον καθα ρῶς· οὕτω καὶ αὐτοί. Τὸ δὲ, ὅτι «Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ,» λέγει τὸν σταυρόν. Καὶ γὰρ οἱ σοφοὶ καὶ φιλόσοφοι καὶ οἱ δυ νατοὶ εἰς μάταια ἠσχολήθησαν, καὶ ἐφιλοπόνησαν, καὶ οὐδὲν ἀγαθὸν κατώρθωσαν. Ὁ δὲ σταυρὸς, ὃν ἐνόμιζον ἐκεῖνοι μωρίαν, τὸν κόσμον ἔσωσε· καὶ διὰ τοῦτο σοφώτερον πάντων ἐστὶν, ὅτι μεγάλα εἰργάσατο ἀγαθά. Ἐρώτ. ςςʹ. Καὶ, «Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν,» οὕτω λέγει. Ἀπόκ. Ἀσθενὲς τοῦ Θεοῦ λέγει τῶν ἀποστόλων τὸ φρόνημα, ὅτι ἄνθρωποι ἰδιῶται καὶ ἀγράμματοι ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἐσαγήνευσαν, καὶ βασιλεῖς, καὶ ἄρχοντας, καὶ σοφοὺς, καὶ δυνάστας ἐνίκησαν. Κείμενον ςζʹ. «Σοφίαν δὲ λαλοῦμεν Θεοῦ ἐν μυ στηρίῳ τὴν ἀποκεκρυμμένην.» Ἀπόκ. Ὁρᾷς, πῶς καλεῖ αὐτὸς σοφίαν, ἣν ἔλεγε πρῶτον μωρίαν. Καὶ γὰρ μυστήριον πρῶτον οἰκονο μίαν λέγει, ὅτι οὔτε ἄγγελος, οὔτε κτιστὴ δύναμις ἄλλη ἐγίνωσκε τὸ μυστήριον καὶ τὴν οἰκονομίαν ταύτην, ὅτι μέλλει ὁ Θεὸς ἐπὶ τῆς γῆς σαρκωθῆναι. Ὅταν δὲ γέγονε, τότε πάντες ἐγνώκασι, καθὼς λέγει ὁ Ἀπόστολος· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις.» Λέγει δὲ ἀλλα χοῦ πάλιν μυστήριον τὰ ἐξαίρετα ἔργα τοῦ Θεοῦ, οἷον τὴν γέννησιν, τὴν φάτνην, τὸ βάπτισμα, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν,

15