Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός ἐστι τῶν δικαίων. Οἱ δὲ ἁμαρτωλοὶ περιμένουσιν αὐτὸν κατα βῆναι. Τοῦτο δὲ γίνεται, ὥσπερ ἐπὶ βασιλέως ἀπερ χομένου ἐν πόλει τινί· οἱ μὲν πρῶτοι καὶ ἔνδοξοι τῆς πόλεως ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ· οἱ δὲ πένητες καὶ εὐτελεῖς προσκαρτεροῦσιν, ἕως οὗ παραγίνεται εἰς τὴν πόλιν. Οὕτω μοι νόει καὶ ἐπὶ τοῦ Χριστοῦ, ὅτι, κατερχομένου αὐτοῦ ἐκ τοῦ οὐρανοῦ, πάντες οἱ δίκαιοι καὶ ἀγαθοὶ ἁρπαγήσονται εἰς τὸν οὐρανὸν, τοῦ ἀπαν τῆσαι τὸν Κύριον ἡμῶν Ἰησοῦν κατερχόμενον· οἱ δὲ ἁμαρτωλοὶ ἵστανται ἐπὶ τῆς γῆς ἐκδεχόμενοι. Κείμενον ριζʹ. «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἑρμην. Εἰ γὰρ ἐπιγείῳ βασιλεῖ ὁ μέλλων στρα τεύεσθαι οὐκ ἀρέσει, ἐὰν μὴ ἀφήσῃ πάσας τὰς τοῦ βίου φροντίδας· πόσῳ μᾶλλον μέλλων στρατευθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ; Κείμενον ριηʹ. «Ἐὰν δὲ καὶ ἀθλητὴς οὐ στεφα νοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Ἑρμην. Ἐὰν γάρ τις στρατεύηται, καὶ εἰς πόλε μον εἰσέρχηται, οὐδὲ οὕτω στεφανοῦται, ἐὰν μὴ συμπλακῇ μετὰ τοῦ ἀντιπάλου, καὶ κρούσῃ μετὰ τοῦ ξίφους, καὶ ἀποκτείνῃ αὐτόν. Τοῦτο γάρ ἐστι τὸ νο μίμως ἀθλῆσαι. Κείμενον ριθʹ. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τὸν καρπὸν μεταλαμβάνειν.» Ἑρμην. Τοῦτο περὶ τῶν πνευματικῶν διδασκάλων εἴρηκεν· ὅτι τὸν κοπιῶντα καὶ ἀγωνιζόμενον διδάσκαλον ὑπὲρ αὐτοῦ καὶ τῆς τῶν μαθητῶν ὠφελείας ἁρμόζει πρῶτον παρὰ Θεοῦ λαμβάνειν τοὺς μισθοὺς, ἔπειτα τοὺς μαθητάς. Καὶ γὰρ ὁ γεωργὸς, ὅταν εἰσ οδιάσῃ τὸν καρπὸν αὐτοῦ, πρῶτον ἐκεῖνος θησαυρίζει ἐκ τῶν καρπῶν αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ οὕτω παρέχει εἴτε ἐλεημοσύνην εἴτε τοῖς χρεώσταις αὐτοῦ. 28.768 Ἕτερον εἰς τὸ αὐτό. Καὶ ἄλλως· Πᾶς ὁ θέλων κοπιᾷν εἰς τὸ ἔργον τοῦ Θεοῦ, καὶ διδάσκειν καὶ ὠφελεῖν ἄλλους, ἁρμόζει πρῶτον ἐκεῖνον τὸν διδάσκαλον, ἵνα ἐργάζηται τὰς ἀρετὰς, καὶ λάβῃ παρὰ Θεοῦ τὰ χαρίσματα, καὶ κτήσασθαι τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς θησαυροὺς τῆς γνώσεως τῶν ἀγαθῶν τοῦ Θεοῦ· καὶ τότε δυνήσεται καὶ ἄλλοις μεταδοῦναι τῶν δωρεῶν. Καὶ γὰρ πᾶς ὁ θέλων ἀλεῖψαί τινα ἔλαιον ἐν ταῖς χερσὶν αὐτοῦ, εἰ μὴ ἔχει, πῶς ἄλλοις μεταδίδωσι ὅπερ αὐτὸς οὐ κέκτηται; Τοιου τοτρόπως μοι νόει καὶ ἐπὶ τοῦ διδασκάλου, καθὼς εἴρηται. Ἐρώτ. ρκʹ. «Νόει ἃ λέγω.» Ἀπόκ. Ἐπειδὴ ἐν παραβολαῖς αὐτῷ ἔγραψε πάντα. διὰ τοῦτο λέγει· Πρόσεχε. Καὶ οὐχ ὑπέκλινον τῇ ὑπο ταγῇ τοῦ Μωσέως. Προσέταξεν ὁ Μωσῆς, καὶ ἀπέ κτειναν αὐτοὺς τρεῖς χιλιάδας λαῶν. Καὶ τοῦτό ἐστιν ὃ λέγει ἡ Γραφή· «Ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ.» Κείμενον ρκαʹ. «Καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον.» Ἑρμην. Ὅσοι παρέβησαν καὶ παρήκουσαν ἐν τῷ παλαιῷ νόμῳ, ἔλαβον δικαίως τὴν τιμωρίαν. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ παρακούσας κατεκρίθη, καὶ Κάϊν ἁμαρ τήσας ἐπικατάρατος γέγονε, καὶ οἱ ἐπὶ τοῦ Νῶε κα κῶς ἐργαζόμενοι κατεκλύσθησαν· καὶ οἱ ἐν Σοδόμοις ἀσέμνως βιοῦντες δεινῶς ἐποντίσθησαν· καὶ οἱ Ἰου δαῖοι, πολλάκις ἐπαναστάντες τοῖς προφήταις, πλη γὰς παρὰ Θεοῦ καὶ μάστιγας καὶ τιμωρίας ἐδέξαντο. Νῦν οὖν τοῦτο λέγει· ὅτι, ἐπειδὴ ἐν τῇ Παλαιᾷ ὅσοι ἠθέτησαν τὸ πρόσταγμα τοῦ Κυρίου, καὶ παρήκουσαν τὰ δι' ἀγγέλων λαλούμενα καὶ προφητῶν, ἔλαβον δικαίως τὴν τιμωρίαν, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐπεσπά σαντο, πῶς ἡμεῖς ἐκφύγωμεν, ἐὰν ἀμελήσωμεν τῆς τοιαύτης σωτηρίας, ὅπου οὔτε δι' ἀγγέλων οὔτε διὰ προφητῶν ἐλαλήθη ἡμῖν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ; Καὶ γὰρ ἐν τῇ Παλαιᾷ τοῦ νόμου διάκονος γέγονεν ὁ Μωσῆς· τῆς δὲ Νέας ὁ Χριστός. Πολὺ οὖν ταῦτα κρείσσω τῆς παλαιᾶς νομοθεσίας ὅτι ἐκεῖ δοῦλος ἐγένετο ὑπηρέτης τοῦ νόμου· ἐνταῦθα δὲ ὁ δεσπότης Χριστός. Καὶ ὀφείλομεν τὰ προστεταγμένα ποιεῖν ἀδιστάκτως, ἵνα μὴ καὶ χείρους τῶν παλαιῶν ἀποδῶμεν

19