Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderantur ... μφαῖνον τὸ τρίτον πρόσωπον ὅμοιον ἀνθρώπῳ τὸν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερώτατα γρά φον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ, τὴν τοῦ Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν ἐφιπταμένην, δόσιν σαφηνίζον, καὶ τὰ Εὐαγγέλια τούτοις σύμφωνα, ἐν οἷς συγκαθέζεται ὁ Χριστός. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς αὐτοῦ ἡγεμονικὴν καὶ ἔνδοξον αὐτοῦ γενεὰν ἐκδιηγεῖται λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» διὸ καὶ ἀετὸς μετωνόμασται, ὡς τὰ ὕψη ... κενεμβατήσας, κἀκεῖθεν τὰ ἀπόῤῥητα μυηθεὶς, καὶ τὰ κρυπτὰ τῆς θεολογίας ... ἀνιμησάμενος, καὶ τὴν ἄῤῥητον καὶ ἀκατάληπτον γέννησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ συγγρα ψάμενος. Τὸ δὲ κατὰ Λουκᾶν ἄρχεται ἀπὸ τοῦ Ζαχαρίου τοῦ ἱερέως· τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν γράφεις «Βίβλος γενέσεως.» Τὸ δὲ κατὰ Μάρκον· «Ἀρχὴ τοῦ Εὐαγγελίου.» ∆ιὰ τοῦτο καὶ τέσσαρες καθολικαὶ διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν μία μὲν κατὰ τὸν κατακλυσμὸν τοῦ Νῶε ἐπὶ τοῦ τόξου· δευτέρα ἐπὶ τοῦ Ἀβραὰμ ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη ἡ διὰ τοῦ Μωσέως ἐν τῇ νομοθεσίᾳ· τετάρτη ἡ διὰ τοῦ ἁγίου Εὐαγγελίου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις καὶ δωρεά. ΕΚ ΤΟΥ ΠΑΛΑΙΟΥ ∆ΙΑΦΟΡΟΙ ΕΡΜΗΝΕΙΑΙ. Ἐρώτ. μζʹ. Τί ἐστιν· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος;» Ἀπόκ. Ὅτι οὐκ ἦν ἀκμὴν κοσμηθεῖσα. Ἐπικειμένου γὰρ τοῦ ὕδατος ἐπάνω αὐτῆς, ἀόρατος ἦν ἤτοι ἀθεώρητος καὶ ἀφανής· ἀκατασκεύαστος δὲ ἤτοι ἀκαλλώπιστος, ἀτελείωτος· ἀκμὴν γὰρ οὐκ εἶχεν οὔτε ἄνθη, οὔτε λειμῶνας, οὔτε φυτὰ, οὔτε βλάστην. Ἐρώτ. μηʹ. Ποῖον πνεῦμα ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος; Ἀπόκ. Τισὶ μὲν δοκεῖ τὸ πανάγιον Πνεῦμα ζωογονοῦν τὴν τῶν ὑδάτων φύσιν· ἐγὼ δὲ ἁρμοδίως τὸ, «ἐπεφέρετο,» τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν φημὶ παραδηλοῦν, καθὰ καὶ ∆αβὶδ περὶ τοῦ Θεοῦ τῶν ὅλων φησί «Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Ἐρώτ. μθʹ. ∆ιὰ τί, μίαν τὴν συναγωγὴν τῶν ὑδά 28.732 των εἰπὼν, μετὰ ταῦτα πολλὰς προσωνόμασε; «Συνήχθη» γὰρ, φησὶ, «τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν.» Ἀπόκ. Μία ἐστὶ τῶν ὑδάτων ἡ φύσις καὶ συναγωγή· πληθυντικῶς δὲ τὰς συναγωγὰς ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν, καὶ τὸ Ἀτλαντικὸν ἕτερον, καὶ ἄλλο μὲν ἡ Προποντὶς, καὶ Αἰγαῖον ἕτερον, καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλ πος. Ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλα γος, ὅ τινες Ὠκεανὸν ὀνομάζουσι. Τούτου χάριν, ὡς μὲν συνηγμένην, συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διαιρουμένην, συναγωγάς. Ἐρώτ. νʹ. Ποῖον φῶς ἐχώριζε τὴν ἡμέραν καὶ τὴν νύκτα, πρὶν γενέσθαι τὸν ἥλιον; Καὶ γὰρ ὁ ἥλιος καὶ οἱ λοιποὶ φωστῆρες ὕστερον ἐγένοντο. «Καὶ ἐγένετο δὲ ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα,» πῶς γὰρ νοη τέον; οὔπω γὰρ ἥλιος. Ἀπόκ. Τὸ φῶς εἶπεν ὁ Θεὸς, καὶ ἐγένετο. Ἐκεῖνο οὖν ἦν τὸ διαχωρίζον τὴν ἡμέραν καὶ τὴν νύκτα. Καὶ εἶπεν ὁ Θεὸς, ὅτι «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο οὐκ ἔστιν ἥλιος· ποῖον δέ ἐστι τοῦτο τὸ φῶς, ἄκουσον. Τοῦτο τὸ φῶς ἐστι τὸ πρωϊνὸν, ὅπερ ἀνα τέλλει καὶ φωτίζει τὸν κόσμον ἀπὸ πρωῒ πρὶν ἀνα τεῖλαι τὸν ἥλιον. Καὶ μηδεὶς νομίσῃ, ὅτι τοῦ ἡλίου ἐστὶ τὸ φέγγος ἐκεῖνο, ὅπερ αὐγάζει ταχὺ καὶ φω τίζει τὸν κόσμον πρὶν τοῦ ἡλίου· ἀλλ' αὐτό ἐστιν ὅπερ λέγει ἡ Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο τὸ φῶς πολὺ καὶ ὑπέρλαμ προν ὑπάρχον, τότε διεῖλεν αὐτὸ ὁ Θεὸς εἰς τοὺς φω στῆρας, τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπά. Ἐρώτ. ναʹ. Τί λέγει, ὅτι «Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ ἡμέρας καὶ ἐνιαυτούς;» Ἀπόκ. Σημεῖα καλεῖ τὸ εἰδέναι σπόρου καιρὸν καὶ θέρους, καὶ τρυγητοῦ, τὸ φυτεῦσαι ἐν

7