Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τὸ καθ' ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυ ροῦ. Τί δὲ ἦν τὸ χειρόγραφον, ἄκουσον· Ὅτε παρέβη τὴν ἐντολὴν ὁ Ἀδὰμ, καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου διὰ τῆς χειρὸς αὐτοῦ, καὶ ἔφαγεν, ἐγράφη χειρὶ αὐτοῦ ἡ ἁμαρτία, καὶ κατεῖχεν αὐτὸ τὸ ἔγγραφον ὁ διάβολος. Ὅτε δὲ ἦλθεν ἐπὶ τοῦ ξύλου ὁ Χριστὸς, τουτέστιν ἐν τῷ σταυρῷ, καὶ ἐτρώθη τοῖς ἥλοις τὰς χεῖρας, τότε προσήλωσεν αὐτὸ ἐν τῷ σταυρῷ καὶ ἐξήλειψεν. Αὐ τὸς γὰρ ὁ διάβολος ὁ κρατῶν τὸ χειρόγραφον τῆς 28.764 παραβάσεως τοῦ Ἀδὰμ, αὐτὸς ἔσχισεν, ἐπειδὴ ὑπὸ Χριστοῦ ἐδεσμεύθη ἐπὶ τοῦ σταυροῦ. Ἐρώτ. ριαʹ. Τί λέγει· «Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χρι στός;» Ἀπόκ. Καθεύδοντα λέγει τὸν ἐν ἁμαρτίαις κείμε νον. Καὶ γὰρ ὁ ἐν ἁμαρτίαις ζῶν νεκρὸς λέγεται εἶναι. Καὶ ὥσπερ ὁ νεκρὸς ἀκίνητός ἐστιν, οὕτω καὶ ὁ ταῖς ἁμαρτίαις νενεκρωμένος πρὸς τὸ ἀγαθὸν ἀκίνητος μένει. Κείμενον ριβʹ. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Ἀπόκ. Λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ ἀμέτ οχος τοῦ Πνεύματος οὐ δυνατός ἐστι πρὸς τὰς ἀντικειμένας δυνάμεις. «Καὶ γὰρ οὐκ ἔστιν ἡ πάλη, φησὶ, πρὸς αἷμα καὶ σάρκα·» ἤγουν, οὐ πρὸς ἀνθρώ πους ἐστὶν ὁ πόλεμος, «ἀλλὰ πρὸς τὰς ἀρχάς.» Ἀρχὰς δὲ λέγει τοὺς δαίμονας, ἐπειδὴ ἐν τῷ κόσμῳ τούτῳ ἄρχουσιν, ἀλλὰ τῶν ἔργων τοῦ σκότους. Τὸ δὲ «ἐν τοῖς ἐπουρανίοις,» ἐπειδὴ οὐ διὰ μικρὸν ἔργον πολεμοῦσιν ἡμᾶς οἱ δαίμονες, ἀλλὰ διὰ οὐράνια ἀγα θά. Ἐπειδὴ γὰρ ἀγωνιζόμεθα διὰ τὴν ἐν οὐρανοῖς βασιλείαν, πολεμοῦσιν ἡμᾶς χαλεπῶς. ∆ιὰ τοῦτο ἁρ μόζει πάντοτε γρηγορεῖν, καὶ νικᾷν αὐτοὺς τῇ δυνά μει καὶ χάριτι τοῦ Χριστοῦ. Θυρεὸν δὲ τῆς πίστεως τὴν πίστιν λέγει τὴν εἰλικρινῆ καὶ διάπυρον. Ἐρώτ. ριγʹ. Τί λέγει· «Ἀπεκδυσάμενοι τὸν πα λαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνα καινούμενον;» Ἀπόκ. Παλαιὸν ἄνθρωπον τὸν πρῶτον λέγει, τὸν ἀπὸ τῆς πτώσεως τοῦ Ἀδὰμ γεγεννημένον, ἢ τὴν πονηρίαν τὴν ἐξ αὐτοῦ καὶ πᾶσαν κακίαν· νέον δὲ ἄνθρωπον τὴν κατὰ Χριστὸν πολιτείαν, ἤτοι ἐνάρε τον καὶ ἀγαθὴν πολιτείαν. Ἐρώτ. ριδʹ. Τί λέγει· «Ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα;» Ἀπόκ. Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἐκεί νοις ἁρμόζει λυπεῖσθαι. Πρόσεχε δὲ, πῶς ἐπὶ Χρι στοῦ εἶπεν, ὅτι ἀπέθανε καὶ ἀνέστη. Ἐπὶ δὲ τοῦ κοινοῦ λαοῦ, εἶπε, «τῶν κεκοιμωμένων,» ἵνα δείξῃ, ὅτι οἱ κοιμώμενοι ἀναστήσονται. Ἐρώτ. ριεʹ. Τί λέγει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ;» Ἀπόκ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς, βουληθεὶς καταβῆναι ἐπὶ τῆς γῆς καὶ σαρκωθῆναι, οὐκ ἐφοβήθη καταβῆναι τοῦ ἀξιώ ματος. Οὐ γὰρ εἶχεν ἐξ ἁρπαγῆς τὴν θεότητα, ὥσπερ τις ἔχει πρᾶγμα ἐξ ἁρπαγῆς, καὶ φοβεῖται ἀπολέσαι αὐτό. Οὐ τοιοῦτος ἦν ὁ Χριστὸς, μὴ γένοιτο! ἀλλὰ Θεὸς ὢν τέλειος, ἠθέλησε καὶ ἄνθρωπος γενέσθαι. Ἐρώτ. ριςʹ. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» 28.765 Ἀπόκ. Τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν, ὅτι ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. «Τοῦτο λέγομεν καὶ ἡμεῖς· ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρου σίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Ζῶντές εἰσιν οἱ εὑρισκόμενοι τότε ἐν τῇ ἀναστάσει. Καὶ γὰρ εὑρεθήσονται ἄνθρωποι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ὄψονται θάνατον, πλὴν οὐ μὴ φθάσωσι τοὺς κοιμηθέντας. Πρῶτοι γὰρ ἀναστήσονται οἱ τελευτή σαντες, καὶ μετὰ ταῦτα οἱ ζῶντες ἀλλαγήσονται, καὶ ἁρπαγήσονται ἐν τῷ ἅμα εἰς ἀπάντησιν τοῦ Κυ ρίου εἰς ἀέρα. Πῶς δὲ γενήσεται ἡ ἁρπαγὴ, ἄκουσον. Καθὼς ὁ Κύριος ἐν κελεύσματι, τουτέστιν ἐν κελεύ σει, καὶ οἱ ἄγγελοι κραυγάζουσιν· Ἐγείρεσθε, ἦλθεν ὁ Νυμφίος· τότε καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ πρῶ τον ἐγερθήσονται οἱ νεκροί· μετὰ δὲ ταῦτα καὶ οἱ ζῶντες ἀλλαγήσονται, καὶ γενήσονται ἄφθαρτοι. Καὶ μετὰ τοῦτο πάντες οἱ ἅγιοι καὶ ἄξιοι ἁρπαγήσονται ὑπὸ νεφελῶν, καὶ δέξονται τὸν Κύριον

18