Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα οὐκ ἐποίησε. Γέγραπται γάρ· «Θέρος καὶ ἔαρ σὺ ἔπλα σας αὐτά.» Φυγεῖν δὲ λέγει, ὁπόταν ἡ ψυχὴ ἐκ τοῦ σώματος χωρίζεται. Χειμῶνα δὲ τὰς ἁμαρτίας κα λεῖ· σάββατον δὲ τὴν ἀμέλειαν· καὶ οὐαὶ τὴν ἐν ἁμαρτίᾳ καὶ ἀθυμίᾳ καὶ ἀμελείᾳ ψυχήν. Ἕτερον κείμενον μʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες.» Ἑρμηνεία. Λίθος ὁ Χριστὸς, ὅστις ἀπεδοκιμάσθη ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων καὶ πρεσβυ τέρων τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ ἐγένετο κεφαλὴ τῆς Ἐκκλησίας τῶν ἐθνῶν. Ὃ λέγεται διὰ τὸ συγκρατεῖν ἐν τῇ πίστει εἰς μίαν ὁμόνοιαν τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὰ ἀπόγονα τῶν Ἑλλήνων καὶ τῶν Ἰουδαίων πεπιστεύκασι τῷ Χριστῷ, διὰ τοῦτο γωνίᾳ ἀπεικάσθη καὶ ὁ Χριστὸς, ὅτι τοὺς γόνους ἐκείνων συνῆψεν ἐν τῇ πίστει. Λέγεται δὲ καὶ κατὰ ἄλλον τινὰ τρόπον ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος, ἐπειδὴ, ὅτε κτίζεται οἰκία, προστιθέασιν οἱ οἰκοδομοῦντες ἐν τῇ γωνίᾳ τοῦ τοίχους λίθον ἀκρογωνιαῖον, ἤτοι τὸν ἔχοντα γωνίαν ἐν τῇ ἄκρᾳ αὐτοῦ. Πεσὼν δὲ ὁ τοιοῦτος ἐν τῇ ἄκρᾳ τοῦ τοίχους, συνάπτει καὶ κρατεῖ τὰ δύο τοίχη ἐν τῷ ἅμα. Κατὰ οὖν τοιοῦτον τρόπον λέγεται καὶ ὁ Χρι στὸς λίθος ἀκρογωνιαῖος, ὅτι συνῆψε τοὺς δύο λαοὺς ἐν τῷ ἅμα, τόν τε λαὸν τῶν Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν· καὶ διὰ τοῦτο λίθος ἀκρογωνιαῖος ὠνόμα σται. Ἐρώτ. Τί ἐστιν ὃ εἴρηκεν ὁ Χριστὸς τῷ Πέτρῳ ...; ηιξ δεσυντ θυαεδαμ. τοῦντες οἱ ὄχλοι, καὶ μέσον αὐτῶν ἔχοντες τὸν Χρι στὸν ἤρχοντο κρυπτῶς ὄπισθεν αὐτοῦ τινες, καὶ ἔκρουον αὐτὸν, ἢ ἠρώτων αὐτὸν ἄλλοι δοκιμάζοντες, Εἰπὲ ἡμῖν, ἆρα τίς ἔτυψέ σε ἐκ τοῦ λαοῦ κρυφίως; καὶ ἐὰν οἶδας, προφήτευσον καὶ εἰπέ· δεῖξον ἡμῖν ἐκ τοῦ ὄχλου τὸν τύψαντά σε, καὶ γνωσόμεθα, ὅτι προφήτης εἶ σύ. Ἐρώτ. μαʹ. Τί ἐστι· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα;» Καὶ γὰρ πάντες οἱ θνήσκον τες πρῶτον τελευτῶσι, καὶ οὕτω τὰς ἑαυτῶν κεφα λὰς κλίνουσιν. 28.725 Ἀπόκ. Ἐπειδὴ πάντα ἐτέλεσεν ὁ Κύριος τὰ γεγραμμένα, τὴν σάρκωσιν, τὴν γέννησιν, τὴν βάπτι σιν, τὴν τῶν σημείων ἐπίδειξιν, τῆς διδασκαλίας τὴν ἐνέργειαν, τῶν μαθητῶν τὴν οἰκείωσιν, τὰ ἀνθρώπινα πάντα, τὸ πάθος, τὴν σταύρωσιν, τοὺς ἐμπαιγμοὺς, τὰς τρώσεις τῶν ἥλων, μετὰ τὸ πληρῶσαι ταῦτα, ἅπερ ἔδει παθεῖν· ἐλείπετο μόνον ὁ θάνατος. Καὶ φοβούμενος οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ· διὰ τοῦτο ἔκλινεν ὁ Χριστὸς τὴν κεφαλὴν, κράζων αὐτόν. Ἕως γὰρ μὴ ἔκλινε τὴν κεφαλὴν, οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ. ∆ιὰ τοῦτό φησιν ὁ εὐαγγελιστής· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.» Ἐρώτ. μβʹ. Τίνος χάριν ἐκραύγασεν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ φωνῇ μεγάλῃ; Ἀπόκ. Ἵνα δείξῃ τὴν δύναμιν αὐτοῦ, καὶ ἐκφο βήσῃ τοὺς Ἰουδαίους, καὶ πρὸς πίστιν εἰσαγάγῃ. Καὶ γὰρ ἡ φωνὴ αὕτη τὰς πέτρας διέσχισε, καὶ τὸ κατα πέτασμα τοῦ ναοῦ καὶ ἔῤῥηξε, τὴν γῆν τε ἔσεισε, καὶ τὰ μνημεῖα ἀνέῳξε. Καὶ οὐδὲ οὕτως συνῆκαν οἱ ἀγνώμονες Ἰουδαῖοι. Ἐρώτ. μγʹ. Πῶς εἶδεν ἡ Μαρία τὸν Κύριον, καὶ ποίῳ τρόπῳ; Καὶ γὰρ ἵστατο κλαίουσα ἐν τῷ μνη μείῳ ἔμπροσθεν τῶν ἀγγέλων σκυθρωπῷ τῷ ἤθει, καὶ κατηφεῖ τῇ θέᾳ. Πῶς οὖν εἶδεν αὐτὸν ὄπισθεν αὐτῆς περιπατοῦντα καὶ ἐρχόμενον; Ἀπόκ. Ἔχει δὲ οὕτως, ὅτι ἐκαθέζοντο οἱ ἄγγελοι ἔμπροσθεν αὐτῆς, καὶ ἔβλεπον τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς· ἐκείνη δὲ ὀπίσω αὐτῆς οὐχ ἑώρα· οἱ δὲ ἄγγελοι καθεζόμενοι ἐξεναντίας αὐτῆς ἐθεώρουν τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς, καὶ εὐθέως ἀνέστησαν. Ἰδοῦσα δὲ ἡ γυνὴ τοὺς ἀγγέλους ἀποπη δήσαντας ἐξεπλάγη, καὶ αὖθις ἐστράφη εἰς τὰ ὀπίσω ἰδεῖν τί ἐθεάσαντο οἱ ἄγγελοι, καὶ εἶδεν ἐρχόμενον τὸν Ἰησοῦν. Αὕτη ἐστὶν αἰτία τοῦ ἰδεῖν τὴν Μαρίαν τὸν Κύριον στραφεῖσαν εἰς τὰ ὀπίσω. Ἐρώτ. μδʹ. ∆ιὰ τί ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἐζήτησε μετὰ τὴν ἀνάστασιν φαγεῖν, οὐχ εὑρέθη δὲ ἕτερον μέρος, ἀλλ' ἢ μόνον ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίον; Ἀπόκ. Τινὲς τὸ ἀπὸ μελισσίου κηρίον

5