Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας παρουσίας, ὅταν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦ δὲ «Περὶ ἧς λαλοῦμεν,» ἤτοι περὶ ἐκείνης ἧς ἀγωνιζόμεθα, καὶ σπουδάζομεν πάντες σωθῆναι. Ταύτην τὴν ἡμέραν, λέγει ὁ Ἀπόστολος, οὐκ ἔδωκεν ὁ Θεὸς ἐξουσίαν τοῖς ἀγγέλοις κρῖναι τὸν κόσμον, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ αὐτοῦ. Καὶ ἐπεὶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἔχει τὴν ἐξουσίαν πᾶσαν κρῖναι τὸν κόσμον, τί μέλλονται παθεῖν οἱ παρακούσαντες τὰ προστάγματα αὐτοῦ; Εἰ γὰρ οἱ παρακούσαντες τὸν παλαιὸν νόμον τὸν δι' ἀγ 28.769 γέλων δοθέντα, τοσαῦτα ἔπαθον, καίπερ οὐδὲ κριτῶν ὄντων τοῦ κόσμου τῶν ἀγγέλων· τί ἂν πάθωσιν οἱ τὸν δεσπότην παρακούσαντες; Κείμενον ρκγʹ. «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» Ἑρμην. Ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν Χριστὸν λέγει, καθώς ἐστι κατὰ πάντα ὁμοούσιος τῷ Πατρὶ, ὡς τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Κείμενον ρκδʹ. «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.» Ἑρμην. Βραχὺ ἐλάττωμα λέγει, ὅτι ἐποίησεν ὁ Χριστὸς ἐν τῷ ᾅδῃ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Κείμενον ρκεʹ. «Τὸν δὲ βραχὺ παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ἐν τῷ θανάτῳ.» Ἑρμην. ∆όξα γὰρ καὶ τιμὴ τοῦ Χριστοῦ σταυρός· ἐπειδὴ μυρία ἀγαθὰ διὰ τοῦ σταυροῦ ἐγένετο· ὅτι θάνατος καταπεπάτηται, καὶ κατάρα ἐξωστράκισται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἁμαρτία ἠφάνισται, ἡ παράβασις κατήργηται, ἡ φύσις τῶν ἀνθρώπων τῆς δουλείας τῶν παθῶν ἠλευθέρωται, διάβολος ἐδεσμεύθη, σωτηρία ἐφυτεύθη, ἀνάστασις ἐγνωρίσθη, κακία ἀπηλάθη, ζωὴ ἐπήγασεν, εἰδωλολατρεία ἐλύθη· τὸ δὲ θαυμαστότερον, ὅτι καὶ αὐτοὶ οἱ ἀρχαῖοι καὶ παλαιοὶ προφῆται ἐβαπτίσθησαν, ἐκ τοῦ ῥεύσαντος αἵματος καὶ ὕδατος ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Καὶ πῶς, ἄκουσον. Ἐπειδὴ ἐκ τεσσάρων στοιχείων συνίσταται τὸ σῶμα τοῦ ἀνθρώπου, πάλιν μετὰ θάνατον εἰς αὐτὰ ἀναλύεται. Οὕτω δὴ γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ· ὅτι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὃ ἔῤῥευσεν ἡ ἁγία αὐτοῦ πλευρὰ, ἀνελύθη, ὅπου ἀνελύθη καὶ τῶν προφητῶν, ἤγουν εἰς τὰ στοιχεῖα, καὶ εὑρὼν αὐτὰ ἐβάπτισεν. Εἰ δὲ λέγει τις, ὅτι καὶ τὰ τῶν ἀπίστων σώματα ἐβάπτισε· λέγομεν, Οὐχί· ἀλλ' ὥσπερ τὸ ὕδωρ προπατῶν, ὅσα μὲν εὑρίσκει χλωρὰ φυτὰ, ἀρδεύει καὶ ποτίζει, ὅσα δὲ ξηρὰ οὐκ ὠφελεῖ αὐτά· οὕτω νόει καὶ ἐπὶ τούτου. Κείμενον ρκςʹ. «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·» ἐπειδὴ ἀκμὴν οὐκ ἦν τὸ κήρυγμα εἰς τὴν οἰκουμένην κηρυχθέν; Ἑρμην. Ἔπρεπε γὰρ αὐτῷ, δῆλον ὅτι τῷ Θεῷ καὶ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο καὶ συνέστη, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἤτοι τὸν Χριστὸν, πολλοὺς υἱοὺς εἰς δόξαν οὐρανῶν φέροντα καὶ βασιλείαν· υἱοὺς δὲ λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους. Ἔπρεπε, φησὶν, αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἤτοι τὸν Χριστὸν, διὰ παθημάτων τέλειον ἀναδεῖξαι καὶ ἔνδοξον. Ἐρώτ. ρκζʹ. Τί λέγει· «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος; Ἀπόκ. Σκηνὴν λέγει τὸν οὐρανὸν, ὃν οὐκ ἔκτισεν ἄνθρωπος, ὥσπερ τοὺς ἐπὶ γῆς ναοὺς τῶν ἐκκλησιῶν. Ἀχειροποίητός ἐστιν, ὡς τῷ τοῦ Θεοῦ ῥήματι κατεσκευασμένος. 28.772 Κείμενον ρκηʹ. «Οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείαν. Ἑρμην. Ἀβραὰμ, Μωσῆς, Ἰησοῦς τοῦ Ναυῆ· «εἰργάσαντο δικαιοσύνην,» Ἀβραὰμ, Φινεὲς, καὶ ∆αβίδ· «ἐπέτυχον ἐπαγγελιῶν,» Ἰησοῦς τοῦ Ναυῆ καὶ Χαλέβ· «ἔφραξαν στόματα λεόντων,» ∆ανιὴλ ἐν τῷ λάκκῳ· «ἔσβεσαν δύναμιν πυρὸς,» οἱ τρεῖς παῖδες ἐν καμίνῳ, «Ἔφυγον στόματα μαχαίρας,» Ἡλίας καὶ ∆αβίδ. «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας,» ὡς Ἐζεκίας. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,» ὡς Σαμψὼν ἐν μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρεψεν. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν,» Σουναμῖτις καὶ Σαραφθία· «Ἄλλοι δὲ ἐτυμπανίσθησαν,» Ἰάκωβον λέγει τὸν

20