Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἀναπέπαυται ἐν Θεῷ, ὥσπερ κοίτην ἡγούμενος τὴν ἐν Θεῷ τελείωσιν. Πό 28.752 δας καὶ τῆς κοίτης τὰς ἀρετὰς λέγει· κλίνην δὲ, ὡς ὅταν φησὶ Σολομών· «Ἑξήκοντα δυνατοὶ κυκλοῦσιν αὐτήν.» Ὅταν γὰρ εἰς τὸ τέλειον ἔλθῃ ὁ ἐνάρετος, πε ρικυκλοῦσι καὶ περιστοιχοῦσιν αὐτὸν οἱ δυνατοὶ, ἤτοι οἱ ἄγγελοι, κατὰ τὸν εἰπόντα· «Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.» Φίλον δὲ τῇ θείᾳ Γραφῇ καλεῖν καὶ τὸν ἄγγελον Κύριον, ὡς ἐπὶ τοῦ Μανωὲ, «Θεὸν ἑωράκαμεν,» ἐν φαντασίᾳ Θεοῦ γενομένου. Θάνατον δὲ πάλιν εἴρηκεν αὐτὴν ὁ ∆αβὶδ εἰπών· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐ τοῦ.» Εἶδες πῶς καὶ ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον αὐτὴν ἔδειξεν ἡ θεία Γραφή. Θάνατον δὲ ταύτην εἴρηκεν, ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ὥσπερ γὰρ τὸν τεθνεῶτα οὐκ ἔστιν ἐπιστρέψαι ἐν βίῳ καὶ ἁμαρτῆσαι οὐκ ἔτι· οὕτως οὐδὲ τὸν οὕτω καταξιωθέντα οὐκ ἔστιν εἰς τὰ ὀπίσω στραφῆναι, ἀλλὰ λέγει μετὰ τοῦ ∆αβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» μετὰ δὲ τοῦ Παύλου· «Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν·» καὶ πάλιν· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.» Εἰς τοῦτο τελειωθέντες οἱ ἅγιοι, κατεφρόνησαν τὸν κόσμον, καὶ οὐχ ἡδονὴν ἡγοῦντο τὴν ἡδονὴν τοῦ κόσμου τούτου. Οἱ δὲ μάρ τυρες τὰς βασάνους κατεφρόνησαν. Κείμενον ςʹ. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.» Ἑρμην. Ὑψώσεις τοῦ Θεοῦ εἰσιν αἱ διδασκα λίαι τοῦ νόμου καὶ αἱ πνευματικαὶ διατάξεις· ὥσπερ γὰρ ἔχουσιν οἱ πνευματικοὶ διδάσκαλοι ἐκ τοῦ ἁγίου Πνεύματος χαρίσματα δωρεῶν ἐν τῷ λάρυγγι αὐτῶν, ἤτοι τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ, καὶ διδά σκουσι τὸν λαόν· ῥομφαῖαι δίστομοί εἰσιν αἱ δύο ∆ιαθῆκαι, ὁ παλαιὸς νόμος καὶ ὁ νέος· ὥσπερ γὰρ ὁ στρατιώτης, βαστάζων ξίφος δίστομον, τοὺς ἐχ θροὺς κατασφάττει καὶ τὸν λαὸν διασώζει· οὕτως καὶ οἱ πνευματικοὶ διδάσκαλοι ῥομφαίας διστόμους ἔχουσι, τὰ διδάγματα τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης, δι' ὧν ποιοῦσιν ἐκδίκησιν ἐν τοῖς ἔθνεσι, καὶ εἰς τιμω ρίαν ἐμβάλλουσιν αὐτοὺς, ἀποστέλλοντες αὐτοῖς ὀργὴν ἀπὸ τοῦ Θεοῦ, διὰ τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεόν. Ὡσαύτως καὶ τὸν κοινὸν λαὸν τῶν πιστῶν ἐλέγχουσι καὶ διδάσκουσιν εἰς τὸ ἀγαθόν. Ὅταν δὲ μὴ ἀκούσω σιν αὐτῶν, ἀλλ' ἐναντιοῦνται τὸ ἀγαθὸν, καὶ κατα φρονοῦσιν αὐτῶν, τότε καὶ αὐτοῖς ἀποστέλλουσι διὰ προσευχῆς τιμωρίαν πρὸς σωφρονισμὸν, ὅπως παι δευθέντες σωφρονισθῶσιν, μὴ παρακούειν Θεοῦ, μήτε τῶν θεραπόντων αὐτοῦ· ὅτι ὁ ἀκούων πνευματικῶν ἀνδρῶν ἀκούει Θεοῦ, καθὼς εἴρηκεν ὁ Χριστός. Οὐ γὰρ πρὸς βλάβην, ἀλλὰ πρὸς ὠφέλειαν ἐπάγουσι τὴν παιδείαν οἱ πνευματικοὶ, καὶ πρὸς διόρθωσιν ἀγαθοῦ, εἰς δόξαν Θεοῦ, ὡς ζηλωταὶ καὶ ἐκδικηταὶ τοῦ Θεοῦ, καὶ μισηταὶ τοῦ κακοῦ. 28.753 ΕΞ ΕΠΙΣΤΟΛΩΝ ΠΑΥΛΟΥ. Ἐρώτ. ςαʹ. «∆όξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσον ται.» Ἑρμηνεία. Ἐπαινεῖ πάντας τοὺς ἐργαζομένους τὸ ἀγαθόν. Ἕλληνα δὲ οὐ τὸν εἰδωλολάτρην λέγει, ἀλλὰ τὸν θεοσεβῆ, μὴ πιστεύοντα δὲ τὸν Χριστὸν, μήτε νόμον κρατοῦντα τὸν παλαιόν· ἀλλὰ χωρὶς νόμου ὑπάρχει. Ὀνομάζει δὲ καὶ σέβεται τὸν Θεὸν, καὶ φυλάττει καὶ ἀρετήν. Ὁ τοιοῦτος ἐὰν καὶ πταίσῃ, ἐλαφρότερον μέλλει κολάζεσθαι ὑπὲρ τὸν Ἰουδαῖον, ὅτι ὁ Ἰουδαῖος

14