Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰη σοῦς Χριστὸς σαρκωθεὶς ἐπὶ τῆς γῆς. Ὄρος πάλιν δὲ κυρίως ὀνομάζει τὴν ὑπεραγίαν Θεοτόκον, ὡς ὅταν λέγει· «Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος·» καὶ ἀλλαχοῦ· «Ὁ Θεὸς ἀπὸ Θεμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου καὶ δασέως.» Ὄρος δὲ λέγεται ἡ ἁγία Θεοτόκος. Ἐπεὶ ὥσπερ οἱ ἐν τῷ κάμπῳ πε ριπατοῦντες, καὶ φλεγόμενοι ὑπὸ τοῦ καύματος, προσεγγίζοντες ἐν τῷ ὄρει, δροσίζονται ὑπὸ τὴν σκιὰν τῶν δένδρων τοῦ ὄρους, ἢ καὶ διὰ τοῦ ὕδατος παραμυθοῦνται τὸν καύσωνα τῆς φλογός· τοιούτῳ τρόπῳ γέγονε καὶ τοῖς ἀνθρώποις ἡ ἁγνὴ Παρθένος, τῷ δροσισμῷ τῆς κυοφορίας αὐτῆς τὰς ψυχὰς τῶν ἀνθρώπων καταφλεγομένας ὑπὸ τῆς ἁμαρτίας ἀνε ζώωσε, καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ Υἱοῦ αὐτῆς περιέθαλψεν. Ὄρος δὲ λέγονται καὶ οἱ δαίμονες διὰ τὸν ὄγκον τῆς ὑπερηφανίας. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται·» τουτέστιν ὁ προσεγγίζων τοῖς δαίμοσι, καὶ ὡς καπνὸς διαλύονται καὶ ἀφανί ζονται. Ὄρος δὲ λέγεται, καὶ ἡ ἀρετὴ, καθὼς ὁ ἐν ἁγίοις Γρηγόριός φησιν· ἐπεὶ καὶ ἐν τῷ ὄρει τούτῳ Θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέντοι καταβαίνων ἀπὸ τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως. Ἐρώτ. πςʹ. ∆ιὰ τί λέγεται ὄρος ἡ ἀρετή; Ἀπόκ. Ἐπειδὴ ὥσπερ τὸ ὄρος ὑψηλὸν τῆς γῆς, 28.749 χαμηλότερον δὲ τοῦ οὐρανοῦ, οὕτως ἐστὶ καὶ ὁ ἐργα ζόμενος τὴν ἀρετήν· ὑψηλότερος μὲν ἔστι τῆς γῆς, διότι ἀνώτερος ὑπάρχει τῶν βιωτικῶν φροντίδων, καὶ τῶν τοῦ κόσμου ὑλῶν· χαμηλότερος δὲ ὑπάρχει τοῦ οὐρανοῦ, ἐπειδὴ ἀκμὴν ἐν τῷ βίῳ τούτῳ ἐστὶ, καὶ οὐκ ἀπέθανε, ἵνα ἐλευθερωθῇ παντελῶς τοῦ κόσμου τούτου· καὶ ἐν τούτῳ ἵσταται μέσον οὐρανοῦ καὶ γῆς, καθάπερ τι ὄρος, ὡς εἴρηται· ἐπειδὴ καὶ, «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,» ὅταν λέγει, τὰς ὑψηλὰς ἀρε τὰς ὀνομάζει· ἐλάφους δὲ τὰς ψυχὰς τῶν ἁγίων· ἐπειδὴ ἐν ταῖς ὑψηλαῖς τῶν ἀρετῶν ἐργασίαις, ὥσπερ ἔλαφοι ἐν τῷ ὄρει, τριβοβατοῦσιν αἱ ψυχαὶ τῶν ἁγίων. Πέτρα δὲ καταφυγὴ τοῖς λαγωοῖς ἐστιν ὁ Χριστός. Ὑπάρχει δὲ καταφυγὴ τῶν ἐν ἐρήμῳ καθεζομένων. Ἐρώτ. πζʹ. Τί λέγει τοῦ ἐρωδιοῦ ἡ κατοικία; Ἀπόκ. Ὁ ἐρωδιὸς ὄρνεόν ἐστιν, ὡς λέγουσί τινες· τὸ δὲ ὄρνεον φωλεύει ἐν ἐρήμῳ τόπῳ ἐν κορυφῇ τι νος δένδρου. Ἔρχονται δὲ τὰ μικρὰ στρουθία, καὶ φωλεύουσιν ὑποκάτω αὐτοῦ γύρωθεν ἐν τῷ δένδρῳ. Ἡγεῖται δὲ αὑτῶν καὶ ἐπικαθέζεται ἡ κατοικία τοῦ ἐρωδιοῦ, φυλάττει δὲ ταῦτα ἀπὸ τῶν φθοροποιῶν ἑρπετῶν, τῶν θελόντων κακῶσαι αὐτά. Ἐρώτ. πηʹ. Τί λέγει ὁ Προφήτης, ὅταν λέγει· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ ∆αβίδ;» Ἀπόκ. Τέλος λέγει ὁ Προφήτης τῆς ἑαυτοῦ ζωῆς. Ἐπεύξεται τοίνυν ὁ Προφήτης, ἵνα μὴ γένηται τὸ τέλος τῆς ζωῆς καὶ περιπέσῃ εἰς βλάβην τινά. Πᾶσα γὰρ ἡ ζωὴ τοῦ ἀνθρώπου, ἐὰν δαπανηθῇ κακῶς, καὶ τὸ τέλος αὐτοῦ γένηται χρηστὸν, χάρις καὶ δόξα ἐστίν. Ἐὰν δὲ τὸ τέλος καταστραφῇ, τοῦτο ἀθλιότης. ∆ιὰ τοῦτο ἐπεύχεται ὁ Προφήτης γενέσθαι τὸ τέλος τῆς ζωῆς αὐτοῦ καλόν· ἐπὶ τοῦτο καὶ γὰρ ψαλμὸν συνεγράψατο. Ἐρώτ. πθʹ. Τί λέγει· «Καυχήσονται ὅσιοι ἐν δό ξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν;» Ἀπόκ. Ὁσίους λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους, οἵτινες καυχῶνται μετὰ θάνατον ἐπὶ ταῖς κοίταις αὐτῶν. Κοῖται δέ εἰσιν αἱ μοναὶ τῶν ἁγίων, ἃς εὑρίσκουσι μετὰ θάνατον, καὶ ἀγάλλονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τὴν ἐν Θεῷ τελείωσιν διδάσκουσα ἡ θεία Γραφὴ, καὶ δηλοῦσα, ὠνόμασεν αὐτὴν ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον. Ὕπνον μὲν, ὡς ὅταν λέγει ὁ ∆αβίδ· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·» ἤτοι ἐπὶ τὸ αὐτὸ καταντήσω· σχολάσω εἰς αὐτὸ τὸ ζῇν ἐν Θεῷ, κατὰ τὸν εἰπόντα ἅγιον Ἀπόστο λον· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·» κοίτην δὲ, ὡς ὅταν λέγει· «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ

13