Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ παράδοξόν τινα ἑρμηνείαν καὶ βαθυτάτην καὶ ἀναγωγικωτάτην ἀκρίβειαν. Ὁ νοῦς τῆς ἀναγνώσεως ταύτῃ ἐστὶν οὗτος· ὁ μὲν ἰχθὺς παρεικάζεται εἰς τὴν σκληρὰν διαγωγὴν τῶν ἀσκητῶν, τῶν δαμασάντων τὴν σάρκα νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς κακοπα θείαις, καὶ σταυρωσάντων ἑαυτοὺς τῷ κόσμῳ καὶ ταῖς ἡδοναῖς, καὶ ὑγρότησι καὶ ταῖς τροφαῖς τοῦ βίου ἀποταξαμένων, καὶ τῇ ξηρότητι ἑαυτοὺς δαμασάν των, καὶ τῇ ἀσκητικῇ ὁδῷ πορευομένων, καθὼς ἐν ετείλατο ὁ Χριστός· «Ὁ θέλων τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτὴν,» ἐν νηστείαις δηλονότι καὶ ἀγρυπνίαις, καὶ ταῖς λοιπαῖς κακοπαθείαις. Πῶς δὲ παρεικάζεται ὁ ἰχθὺς εἰς τὴν ἄσκησιν, ἢ τὴν κακο πάθειαν, ἄκουσον. Ἄνθρωπος ὅμοιός ἐστι τοῦ ἰχθύος· 28.728 ὥσπερ γὰρ ὁ ἰχθὺς, ἕως ἐστὶν ἐν τῇ θαλάσσῃ, ἔχει πᾶσαν τὴν ὑγρότητα, καὶ ζῇ μετὰ τοῦ αἵματος αὐτοῦ καὶ πάσης ἰλύος ὅταν δὲ κρατηθῇ ἔξω τοῦ ὕδατος, νεκροῦται· τιθέμενος δὲ ἐν τῷ πυρὶ ὀπτοῦται καὶ ξηραίνεται, καὶ ἀπόλλυσι πᾶσαν αὐτοῦ τὴν ἀκαθαρ σίαν· τοιούτῳ τρόπῳ ἐστὶ καὶ ὁ ἄνθρωπος· ἕως ἐστὶ μέσον τοῦ βίου, ζῇ ἐμπαθῶς πρὸς τὰς ἡδονὰς καὶ ἀκολάστους ἐπιθυμίας. Ὅταν δὲ ἀποστῇ τοῦ κόσμου, καὶ βιώσῃ ἐν ἀσκήσει καὶ σκληραγωγίᾳ ἐν τῇ ἐρήμῳ, ὑπὸ πυρὸς τοῦ ἁγίου Πνεύματος θερμαινόμενος, τότε ξηραίνεται ἐκ τῶν παθῶν, καὶ καθαίρεται ἀπὸ πάσης ἀκαθαρσίας, καὶ γίνεται τῷ Θεῷ θυσία εὐάρεστος διὰ τῶν ἀρετῶν. Ὥσπερ ὁ ἰχθὺς γίνεται ἐπιτήδειος εἰς τροφὴν ὀπτηθεὶς ἐπ' ἀνθράκων· οὕτως καὶ ὁ ἄνθρωπος, διὰ τῆς θέρμης τοῦ ἁγίου Πνεύματος καθαρθεὶς, γίνεται θυσία εὐπρόσδεκτος τῷ Κυρίῳ. Τὸ δὲ ἀπὸ μελισσίου κηρίον ἐστὶ πάλιν τοιαύτην ἔχον τὴν ἑρμηνείαν. Ζητητέον τοίνυν πῶς οὐκ ἦν τὸ μέλι χωρὶς κηρίου. Ἔστι δὲ καὶ κηρίον χωρὶς μέ λιτος· καὶ ἔστι καὶ μέλι χωρὶς κηρίου· ἐκεῖ δὲ εὑρέ θησαν τὰ ἀμφότερα· κατὰ τίνα δὲ τρόπον, ἄκουσον. Τὸ μὲν μέλι διὰ τὴν γλυκύτητα τοῦ ἁγίου Πνεύματος, ἣν ἔμελλεν ἐκχέειν πρὸς τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστούς· τὸ δὲ κηρίον διὰ τὴν σφραγῖδα, ἣν παρέχει τοῖς πιστοῖς πᾶσι διὰ τοῦ βαπτίσματος. Καὶ γὰρ ὁ θησαυρὸς, ὅσον ἐστὶ βεβυσμένος διὰ κηρίου, τοσοῦτόν ἐστιν ἀσφαλέστερος. Τοιούτῳ τρόπῳ οὖν καὶ ὁ τῆς θείας χάριτος πλοῦτος ἐν τῷ ἀνθρώπῳ ὑπάρχει ἄσυλος, ἔχων τὴν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος, καὶ τὸ σημεῖον τοῦ σταυροῦ, καὶ τὴν πίστιν εἰς Χριστόν. Περὶ δόξης. Ἐρώτ. μεʹ. Γίνωσκε δὲ, ὅτι ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, μετὰ τὸ σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἀεὶ παρθένου Μαρίας, καὶ ἐνανθρωπῆσαι, καὶ πάντα ἀνθρώπινα ἀναλαβέσθαι χωρὶς ἁμαρτίας καὶ ἀσθενείας, καὶ μετὰ τὸ θαυμα τουργῆσαι καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι κατὰ τὰς Γραφὰς, ὕστερον ἀνελήφθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ. ∆εξιὰν δὲ ἀκούων τοῦ Θεοῦ, μὴ τόπους καὶ σχήματα δόξης περίγραφε. ∆εξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων ἐστίν· ὁ δὲ Θεὸς ἄπλαστος καὶ ἀόριστος καὶ ἀσχημάτιστος, καὶ ἀπερίγραπτός ἐστι. ∆εξιὰν δὲ τοῦ Θεοῦ ὅταν ἀκούσῃς, τὴν δόξαν καὶ τὴν τιμὴν τοῦ Θεοῦ εἶναι νόει. Καὶ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, καθὼς εἴρηται, μετὰ τὸ πληρῶσαι πᾶσαν οἰκονομίαν, ὕστερον ἀνελήφθη· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατελθὸν ἐπὶ τοὺς ἁγίους μαθητὰς τῇ ἁγία Πεντηκοστῇ, καὶ ἐκχυθὲν ἐπὶ πᾶσαν σάρκα, οὐκ ἀνελήφθη, ἀλλὰ κατὰ γενεὰν καὶ γενεὰν διέρχεται εἰς πάντας, καὶ καθὼς ἕνα ἕκαστον εὕροι τῶν ἀνθρώπων, κατασκηνοῖ ἐπ' αὐτὸν κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου καθάρσεως, ὑπὲρ μέλι γλυκάζον ἐν τῇ ψυχῇ. Ἐρώτ. μςʹ. Τί ἐστιν ὃ εἶπεν ὁ Χριστὸς, ὅτι «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκ 28.729 ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλ λοντι;» Ἑρμηνεία. Τοῦτο εἴρηκεν ὁ Χριστὸς, ἐπειδὴ δι πλοῦς κατ' οὐσίαν,

6