1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

18

ἢ τοῖς ἀσεβέσι καὶ περιτετμημένοις, εἰ μὴ ὅτι καὶ μάλιστα καὶ μάχαιρα διακρίνει τὰ καθ' ἡμᾶς καὶ ξίφος ἐμφιλοχωρεῖ τῇ μιᾷ ποίμνῃ Χριστοῦ, καὶ ἐπιχαίρει τὰ τῶν ἐθνῶν, οἷς ἡ κλῆσις τοῦ Χρι στοῦ καθυβρίζεται, καὶ ἄσπονδα ἡμῖν πάντη καὶ ἀνειρήνευτα.

2.28 Τί τὸ προξενῆσαν ταῦτα; τὸ μικρὸν ῥῆμα τὸ ὑμῖν ἐν τῷ συμβόλῳ προκείμενον, ὃ κοινὸν τοῖς ἀσεβέσι γινό μενον ὑμεῖς ἀποτεμόντες ἐσφετερίσασθε, ὀλίγον αὐτὸ παρα ποιησάμενοι. ἀλλ' ἡμεῖς ὅλως παραποιηθῆναι αὐτὸ οὐ βουλόμεθα καὶ δικαίως ἄγαν. φιλαρχικῶς δὲ τοῦτο ὑμεῖς καὶ θρασέως εἰργάσασθε, ὅπερ οὐκ ἔδει. εἴ τι γὰρ εἶχες ἄλλο νοεῖν, ἐν ἄλλοις καὶ οὐκ ἐν τῷ κοινῷ παραμιγνύναι ἐχρῆν· «ὅρια πατέρων μὴ μέταιρε» ἀκούεις τοῦ σοφοῦ συμ βουλεύοντος. ἔγωγε τὴν παρακαταθήκην φυλάττω καθὼς παρέλαβον, σὺ δὲ ταύτην παραχαράττεις. τίς οὖν ἐξ ἡμῶν τῆς ἔχθρας αἴτιος; τίς τὴν εἰρήνην ὡς μισητὴν ἀπο πέμπεται; ἐγὼ τὰ κοινὰ διατηρῶ ἀπαράθραυστα, σὺ δὲ τού τοις παρεμβάλλεις καὶ ἕτερα, ὡς ἂν ἀλλοιωθείη πρὸς τὸ καινότερον. καὶ τίς τῶν ἀδελφῶν σοι πεισθήσεται; τολμήσω γὰρ κατὰ Παῦλον εἰπεῖν· εἴ τις ἐν τῷ συμβόλῳ τούτῳ τῆς πίστεως κεραίαν μίαν προσθεῖναι πειράσαιτο, κἂν Γραικὸς εἴη κἂν Ἰταλὸς κἂν ἄγγελός τις ἐξ οὐρανῶν, ἔγωγε μὲν τὸ ἑξῆς σιωπῶ τὸ δύσφημον εὐλαβούμενος, ἅτερος δὲ ἐχθρωδέστερον διακείμενος οὐ φείσεται κατειπεῖν. τί γὰρ οἴεσθε ὡς φίλα τὰ τοιαῦτα Χριστῷ διαπράττεσθε; ἐγὼ ὑμῖν ὡς ὄντως διαμαρτύρομαι· καὶ εἰ ἀληθέστατον ἦν τὸ παρ' ὑμῶν ἐν τῷ συμβόλῳ τεθέν, οὐχ ἕξετε ἂν συγγνώμην καιρῷ τῆς μεγάλης ἐκείνης καὶ δικαίας κρίσεως διὰ τὸ αὐτονόμως ἐν τούτοις βαδίσαι καὶ καινήν τινα ἰδίως ὁδὸν αὐτουργῆσαι τῆς πίστεως. ἐπέγνωσται δὲ ἡμῖν, ὡς οὐδὲ τῆς ὀρθότητος ἔχεται τὸ λεγόμενον· περιαιρετέον οὖν διὰ ταῦτα αὐτό. ἀπότεμε-καὶ αὖθις γὰρ φιλικῶς καὶ ἀδελφικῶς συμβουλεύω σοι-ἐκ τοῦ συμβόλου τὸ σκάνδαλον, μὴ τοσοῦτον ἡμῶν ὁ σατὰν κατισχύσειεν, ὡς εἰς τοσαύτην ἡμᾶς μεταβαλεῖν ἀγερωχίαν καὶ ἔπαρσιν, ὡς μηδὲ διὰ φιλαδελφίαν τοῖς δικαίοις συγκαταβαίνειν καὶ τῶν πατέρων προσηκόντων ἀντέχεσθαι, ἀλλὰ πάντα ἡγεῖσθαι οὐδὲν πρὸς τὰ ὑφ' ἡμῶν νενοημένα καὶ λελεγμένα. εἰ γὰρ θελήσεις κατὰ τὸ κυρίου παράγγελμα μὴ σκανδαλίζειν ἡμᾶς, εὐχερῶς σοι τοῦτο κατορθωθήσεται. κοινῶς ἑνὶ καὶ νοῒ καὶ λόγῳ πνεύματι τὸ τῆς πίστεως λέξωμεν σύμβολον καὶ μιᾷ καρδίᾳ καὶ στόματι ἐν πᾶσι τοῦτο διακηρύξωμεν. οὐ μεγάλα ὑμᾶς ἀπαιτοῦμεν καὶ δυσχερῆ οὐδὲ τοῦ δικαίου πόρρω βάλλοντα, ἀλλὰ θεῖά τε καὶ προσήκοντα, δίκαιά τε καὶ ὅσια, οὐδὲ τῷ σατὰν κεχαρισμένα, ἀλλὰ τὰ πεφιλημένα τῷ πνεύματι. ὑπὲρ οὗ γοῦν ὁ πόλεμος, ὑπὲρ τούτου καὶ ἡ εἰρήνη κατορθωθήτω, ἐν ᾗ καὶ μᾶλλον χαίρει θεός. περιβάλωμεν οὖν ἀλλήλους καὶ περιπτυξώμεθα ἐν ὁμονοίᾳ τοῦ πνεύματος καὶ ἀσπασώμεθα ἐν ἁγίῳ φιλήματι, τὰ αὐτὰ φρονοῦντες, τὰ αὐτὰ δογματίζοντες, ἵνα ταῖς αὐταῖς σκηναῖς ταῖς αἰωνίαις καὶ μακαρίαις τῷ ἑνὶ συναχθείημεν πνεύματι. κοινὴ γενέσθω τῇ ἡμετέρᾳ ἑνώσει χαρὰ τοῖς οὐρανίοις καὶ ἐπιγείοις· χαιρήσονται γάρ, εὖ οἶδα, ἐν τούτοις ἄγγελοι καὶ πᾶσα ἡ ὑπερκειμένη δύναμις, ὥσπερ ἀρτίως ἀνιῶνται τῇ διαστάσει, οἱ δὲ τοῖς ἡμετέροις ἑπόμενοι νόμοις ἢ λόγοις σκιρτήσαιεν, τοὺς προηγουμένους αὐτῶν ὁμοφρονοῦντας τεθεαμένοι, δαίμονες δὲ σκυθρωπάσαιεν καὶ τὰ ἀσεβῆ τῶν ἐθνῶν καταπτήξαιεν. ὃ καὶ γένοιτο δεύτατα, θεῖε δημιουργὲ τοῦ παντὸς καὶ τῶν γεγενημένων προνοητὰ καὶ τῶν κακῶς φερομένων διορθωτά, ὁ πατὴρ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅτι σοι πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.