1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

9

ἐγρήγορσις ἠναντίωται, ἕπεται δὲ ταύτῃ τὸ ζῆν, τὸ θανεῖν τῷ ὕπνῳ ἐφέψεται, καὶ εἰ τῷ καθημένῳ ἐμψύχῳ εἶναι, τῷ ἱσταμένῳ ἀψύχῳ εἶναι. ἀλλ' οὔτε τοῖς αὐτοῖς ἕπεται τὰ αὐτά, εἰ ἐφ' ἑτέροις ἀτόμοις ταῦτά γε τεθεώρηνται. τῷ γὰρ πλουτεῖν ἕπεται μὲν ἔν τινι εὐδοξία, ἐν ἄλλῳ δὲ ἀδοξία, καὶ τῷ μὲν πλεύσαντι ὤνησεν, ἑτέρῳ δὲ ἕψεται τὸ ναυάγιον. καὶ οὐκ ἄν τις ἄλλως ἔχειν ἀπισ χυρίσαιτο. ταῦτα μὲν εἰρήσθω πρὸς τοὺς διαλεκτικοὺς κα νόνας καὶ τὰ τεχνάσματα. εἰ δὲ προστίθης τῇ πέμψει τὸ φύσει- ἀκούω γὰρ καί τινων ὑμῶν τὸ τοιοῦτον λεγόν των-κἀντεῦθεν ὁ δεινὸς καὶ ἄμαχος συμπλέκεταί σοι συλλογισμός, ὡς ἡ φύσει πέμψις ἐκπόρευσις, σοφιστεύεις πάλιν καὶ οὐ συλλογίζῃ μοι τὴν ἀλήθειαν. ἔστι δὲ ὡς οἶμαι παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ παραλογισμὸς οὗτος· δέον γὰρ δι' ἄλλου δεῖξαι τὴν φύσει πέμψιν ἐκπόρευσιν, ὡς ὁμολογουμένην εἴληφας πρότασιν. ἀλλ' οὐκ ἔστιν ἡ φύσει πέμψις ἐκπόρευσις ὥσπερ οὐδ' ἡ ἐκπόρευσις πέμψις· ἄλλο γὰρ πέμψις καὶ ἄλλο ἐκπόρευσις. τοῦτο δὲ σαφῶς ὁ Χρι στὸς ἑρμηνεύει σοι· τὸ μὲν γὰρ οἰκεῖον πέμψιν ὠνόμακε, τὸ δὲ πατρικὸν ἐκπόρευσιν. εἰ γὰρ μὴ ἄλλο καὶ ἄλλο, πῶς οὐκ ἐκεῖ τὴν πέμψιν προέφερεν ἢ ἐν αὐτῷ τὴν ἐκπόρευσιν; ἐν γὰρ μιᾷ περικοπῇ τὰ ἀμφότερα.

2.4 Ἐγὼ δὲ καὶ τὸν χρόνον ἐνσημηνάμενος, πολλὴν ἐν τούτοις εὑρίσκω διαφοράν. τὸ γὰρ πέμψω μέλλοντος χρόνου καθέστηκεν, ἐνεστῶτος δέ γε τὸ ἐκπορεύεται. καὶ μὴν εἰ ταὐτὸν, ἄλλως ὤφειλε λέξαι ταυτί. ὁ γὰρ πέμψων παρῆν καὶ προσωμίλει, καὶ οὐχ ἕτερος ἦν ὁ μέλλων τοῦτο ἐργάσα σθαι· μία γὰρ μετὰ τὴν ἕνωσιν ἡ ὑπόστασις. καὶ εἰ αἰωνι κῶς πέμπει τὸ πνεῦμα εἴτουν ἐκπορεύει, ἐξεπόρευε καὶ τότε αὐτὸ καὶ τὸν λόγον οὕτω προήγαγε, καθὼς καὶ περὶ τοῦ πατρὸς τῷ παρατεταμένῳ τοῦ χρόνου παρεσημήνατο. ἆρ' οὖν συνίης τῶν λεγομένων μοι; πέμψειν φησὶ τὸ πνεῦμα ὁ κύριος, τοῦτο δὲ λέγει παρὰ τοῦ πατρὸς ἐκπορεύεσθαι. οὐδὲν οὖν τὸ ταὐτὸν τῆς ἐκπορεύσεως καὶ τῆς πέμψεως ὥσπερ ἀμέλει οὐδὲ τῶν χρόνων, οἷς τὰ τῶν ῥημάτων κεχα ρακτήρισται. τί δὲ μὴ καὶ σύνδεσμος συνάπτει τὰ ὀνόματα εἴτε ῥήματα, εἰ παντάπασιν ἐταυτίζοντο;

2.5 Οἶμαι δέ σε ζητεῖν αὐτῶν τὸ διάφορον. τοῦτο μόνον μοι λάμβανε πίστιν, καὶ τὸν λόγον οἶδε θεὸς ὃς ἐκπορεύει καὶ ὃς πέμπει καὶ ὃς ἐκπορεύεται τε καὶ πέμπεται. γενοῦ μοι πρῶτον καὶ σὺ θεός, καὶ τότε γνωρίσεις τὰ τοῦ θεοῦ ἀκρι βῶς· ἡ γὰρ φύσις ἑαυτὴν ἐπιγνώσεται. εἰ δὲ τοῦτο ἀδυνα τεῖς, πῶς καὶ ὁ τῶν κάτω μὴ καλῶς εἰδὼς τὰ διάφορα ἐπὶ τῆς ἀγνώστου καὶ ἀνεκλαλήτου παντάπασι φύσεως λεπτο λογεῖς τὰ νοήματα;

2.6 «Ἀλλὰ τὸ τῆς ἀληθείας πνεῦμα υἱοῦ· εἰ δὲ υἱοῦ φησιν, ἐξ υἱοῦ· πνεῦμα γὰρ τοῦ πατρός, ἐπείπερ καὶ ἐκ πατρός.» ἐγὼ δέ σοι ἀντιστρέψας τὸν λόγον ἐρῶ· ὅτι μὲν ἐκ τοῦ πατρός, τοῦ πατρός, ὅτι δὲ τοῦ υἱοῦ, οὐκ ἐκ τοῦ υἱοῦ. εἰ γὰρ ἐκ τοῦ υἱοῦ, τοῦ υἱοῦ, οὐ μὴν εἰ τοῦ υἱοῦ, ἐκ τοῦ υἱοῦ. οὐ γὰρ ὅτι τοῦδε, καὶ ἐκ τοῦδε ἀνάγκη, ὃ δὲ ἐκ τούτου, καὶ τούτου πάντως ἐξ οὗ γε εἶναι καὶ λέγεται. εἰ δὲ καὶ αὖθις τοὺς λόγους μοι ἀπαιτεῖς τῆς πέμψεώς τε καὶ τοῦ λέγεσθαι τοῦ υἱοῦ, ἔγωγε μὲν ἀπορῶ, ἐπεὶ μὴ φύσει θεός, τάχα δὲ οὐδὲ τῇ χάριτι γέγονα· εἰ δὲ καὶ τοῦτο ὁ ἐνανθρωπίσας εὐδόκησε, τὸ πρῶτον δὲ ὡς ἀδύνατον. πῶς γοῦν σοι τοὺς λόγους διασαφήσω; πῶς ἐφερμηνεύσω σοι τὰ ἀπόρρητα; μικρᾷ κοτύλῃ τὸ Ἀτλαντικὸν ἐξαντλῆσαι προσ τάττεις μοι πέλαγος ἢ μέτρῳ περιλαβεῖν τὴν ἄπειρον θάλασ σαν ἢ ἀριθμῷ ψάμμον ἢ χῦμα ἄστρων τῶν ἀπλανῶν. ῥᾴω δὲ ταῦτα οἶμαι πολὺ ἢ τὰ περὶ θεοῦ ἐξειπεῖν, ἃ μὴ τοῖς ἀνθρώποις αὐτὸς ἐξεκάλυψεν ἢ διετράνωσεν. ἔνια καὶ γὰρ οὐδὲ παντελῶς ἐξεγύμνωσεν, ἀλλὰ μικρὰς μὲν ἐμφάσεις δέδωκεν, αὐτὰ δὲ τὰ πράγματα ὅπως ἔχουσιν οὐ παρέστησεν. οὐδὲ γὰρ εἶχεν ἡ φύσις χωρεῖν· οἷς γὰρ οἶδεν ἀρκεῖν τῆς μεταδόσεως οὐκ ἐφθόνησεν· ἀμέθεκτον γὰρ φθόνου τὸ θεῖον. εἰ γοῦν ἡμεῖς σπουδάσαιμεν ἐπιγνῶναι ἃ μὴ ἐξὸν ἐπιγνῶναι, καὶ ὧν ἐξὸν ἐν γνώσει εἶναι δικαίως