1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

5

ἐπιστημονικὸς νοῦς; ἡλίκος ὁ ὑπερέκεινα, ὥστε νοῆσαί τι καὶ ἀποφήνασθαι, ὅπου ἐπιμύει τὰ πολυόμματα, ὅπου ἐπι φρίττει τὰ χερουβίμ, ὅπου σιγῶσι δυνάμεις πᾶσαι καὶ ἄγγελοι, ἐν μόνον εἰδότες ᾆσμα τοῦ τρισαγίου τὴν αἴνεσιν, ἀπεριέρ γως καὶ ταύτην καὶ τῶν τεχνικῶν λεξειδίων ὑπερανῳκισμένην ἐν τῇ ἁπλότητι; ἔδει γὰρ τοῖς ἁπλοῖς ἢ τῷ ἁπλῷ ἢ καὶ ὑπὲρ αὐτὸ τὸ ἁπλοῦν ἁπλᾶς γενέσθαι καὶ τὰς ᾠδάς. τί γοῦν ἡμεῖς οἱ σύνθετοι καὶ πολλοῖς συνεστηκότες τοῖς κρά μασιν οὐ τοὺς ἁπλοῦς ζηλοῦμεν λόγους ταῖς περὶ τὸ θεῖον ὑπολήψεσι καὶ κατ' αὐτὸ τὰς φωνὰς συνάγομεν, ἵνα καὶ συναχθῶμεν ὑπὸ τῆς μιᾶς δημιουργικῆς πανταρχίας εἰς ἕν, μίαν συμφωνίαν συμπλέξαντες ἀνθρωπίνην, ὡς τῆς ἀγγε λικῆς συμμετάσχοιμεν; ἀρκεσθησόμεθα τοῖς ἐνταῦθα παρὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ δεδιδαγμένοις ἡμῖν· εἰ δέ τι εἴη καὶ κρυφιωδέστερον, ἐκεῖ ταμιεύσωμεν ἑαυτοῖς. ἢ τί γὰρ ἂν ἄλλο τῆς ἐκεῖθεν εἶναι δοίημεν βιοτῆς, εἰ πάντα ἐνταῦθα τὰ τοῦ θεοῦ γνοίημεν; ἢ πῶς εἰδείημεν ἂν καὶ σάρκες ὄντες καὶ ὕλης μετέχοντες, εἰ πάντων τῶν θείων ἐφικέσθαι σπουδάσαιμεν;

1.10 Εἴπερ ἦν ἀληθὲς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ὤκνησαν οἱ διδάσκαλοι ταῖς ἑαυτῶν συγγραφαῖς ἐνσημήνασθαι· οὐδὲ γὰρ ἔχω λέγειν· ἐφθόνησαν. ἀλλ' ἐκεῖνοι μὲν ἐσιώπησαν, δειλίαν ἐπαινουμένην ἐν ἑαυτοῖς δειλιάσαντες, σὺ δὲ οἷος ὢν ἀποθρασύνῃ τὴν προ φοράν; καὶ Χριστὸς μὲν οὐκ εἴρηκεν· οἴομαι γάρ, ὡς οὐκ ἦν. πῶς γάρ, ἂν ὄν, οὐκ ἐδίδαξεν, οἷς τὴν πᾶσαν θεο λογίαν ἐτράνωσε; καὶ μετ' αὐτὸν οὐδεὶς τῶν διδασκάλων εἰπεῖν ἀπετόλμησε, σὺ δὲ ὁ ταῦτα λέγων τίς ὢν τυγχάνεις εἰς πίστωσιν; οὐκ ἔστιν ἡ πέμψις καὶ ἡ δόσις καὶ ἡ χορηγία καὶ ἡ πρόοδος τῇ ἐκπορεύσει ταὐτά· εἰ γὰρ ἦσαν ταὐτά, οὐκ ἂν τούτοις χρώμενοι ἐν τοῖς ἁπανταχοῦ λόγοις τὴν ἐκπόρευσιν ηὐλαβήθησαν· οὐδὲ γὰρ ἤθελον μὴ συνᾴδειν Χριστῷ. ἐμμένειν γοῦν χρεὼν τοῖς ῥήμασι τοῦ Χριστοῦ καὶ τοῖς μετὰ τοῦτον διδάγμασιν. ἀλλὰ Παῦλον ἔχεις συνη γοροῦντά σοι, πνεῦμα Χριστοῦ καὶ πνεῦμα τῆς ἀληθείας διδάσκοντα. καὶ τίς οὐ λέγει τὸ πνεῦμα εἶναι Χριστοῦ εἴτουν υἱοῦ; ἀλλότριος τῆς ἐκκλησίας Χριστοῦ ὁ ταῦτα μὴ συμφθεγγόμενος. ἐκπορεύεσθαι δὲ καὶ ἐξ υἱοῦ οὔτ' αὐτὸς ὁ υἱὸς ὁ τὰ τοῦ πατρὸς καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πνεύ ματος διδάξας ἀριδηλότατα εἴρηκεν, οὔτε μήν τις τῶν διδασ κάλων ἐθέσπισεν, ὅσα ἡμᾶς· εἰδέναι, καὶ ὧν τὰς γραφὰς εἰς διδασκαλίαν καὶ ὄνησιν τῶν πολλῶν παρατιθέασιν ἄν θρωποι. ζητεῖς καὶ αὖθις, ὡς οἶμαι, τοὺς λόγους τῆς ἀποστολῆς, τῆς χορηγίας, τῆς δόσεως· «εἰ παρὰ τὴν ἐκπόρευσιν ὄντα, τί γε ἄρα εἰσίν; ἀποστολὴ χορηγία καὶ δόσις ταὐτά εἰσι.» τίς εἶ ὁ ἐξετάζων περὶ θεοῦ; αὐτὸς εἰρήκει περὶ ἑαυτοῦ, καὶ κατάμενε τοῖς αὐτοῖς καὶ τοὺς λόγους κατάτριβε καὶ αὐτὸς καὶ τὰ ὀνόματα ἔχε μὴ παραβλαπτόμενα παρά του τῶν κακῶς παραχαραττόντων καὶ τὴν βασιλικὴν δραχ μήν, ὑπὲρ ἧς ὁ δεσπότης ἐποιήσατο τὴν σπουδήν, ἵνα εὕρῃ ταύτην συγκεχωσμένην τοῖς πάθεσι.

1.11 Πάλιν ἀδολεσχεῖς, καὶ πάλιν θεολογῶ. λέγε τὰς ῥήσεις καθὼς ἐλέχθησαν ἢ ἐγράφησαν, καὶ οὐ κινδυνεύσεις περὶ ψυχὴν οὐδὲ φιλονεικήσεις μοι πρὸς λόγων τρυφήν, εἴ γε τοῖς τοιούτοις τινὲς κακῶς μεμελετήκασιν ἐντρυφᾶν, ἀφορμὴν λόγων τὴν θεολογίαν ποιούμενοι, ὡς μὴ ὄντων ἄλλων ἐν οἷς ἂν ἐπιδείξαιντο τὸ φιλότιμον. φύσις ἐστίν, ἀριθμοί, ποσὰ συνεχῆ, ἁρμονία καὶ λόγων παντοίων ἰδέαι, ψυχῆς γνῶσις, νοὸς κάθαρσις, αἰσθήσεως διαφορά, καὶ τῶν ἔξωθεν ἐν ἑαυταῖς συστολὴ ἢ ἀναγωγὴ πρὸς τὸν νοῦν. ταῦτα φιλο σοφητέον ἡμῖν, περὶ δὲ θεοῦ πάμπαν εὐλαβητέον. ἀπη ναισχυντήκασι μὲν ἔνιοι τῶν θεολογεῖν βεβουλημένων ἐν ἐννοίαις, ἐν λέξεσιν, ἀλλ' ἐξωστρακίσθησαν, ἀλλ' ἀπερρίφη σαν, ἀλλ' ὡς σεσηπότα μέλη τῆς ἐκκλησίας τῆς κεφαλῆς ἀπεκόπησαν, καὶ νῦν εἰσιν ἐλεεινοὶ τοῦ θράσους καὶ κατα γελώμενοι καὶ θρηνούμενοι. μὴ τοιαύτης μερίδος φανείημεν καὶ ἡμεῖς. ἐγκαρτερήσωμεν τοῖς δεδιδαγμένοις παρὰ Χρι στοῦ, παρὰ τῶν ἀποστόλων, παρὰ τῶν