1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

3

ἐκπορεύειν αὐτὸ εἰρήκει ἡ αὐτοσοφία καὶ ὁ τῶν μελλόντων προγνώστης, ὃς ἀκριβῶς τὰ τοιαῦτα ἐγίνωσκε καὶ τὴν ἐπὶ τούτοις ἀμφιβο λίαν καὶ τὴν διχόνοιαν, ὡς ἂν ἡμᾶς ἀπαλλάξειε πολλῶν ῥημάτων καὶ ἀντιθέσεων, ἀλλὰ πέμψειν αὐτὸ εἶπε τοῖς μαθηταῖς μετὰ τὴν αὐτοῦ πρὸς τὸν πατέρα ἀνάβασιν; εἰ μὴ γὰρ ἄλλο οἶδε τὴν πέμψιν καὶ ἕτερον τὴν ἐκπόρευσιν, οὐκ ἂν παρήλλαξε τὰ ὀνόματα, ὥσπερ οὐδ' ἐπὶ τοῦ πατρὸς οὐδ' ἐπὶ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τῆς μέσον αὐτῶν σχέσεως εἴτουν γεννήσεως· ἀλλὰ ταῦτα φυλάττει καὶ οὐκ ἰσοδυναμούσαις, ὡς ἄν τινες φαῖεν, ἐναλλάττει ταῖς λέξεσι. θεός ἐστιν ὁ ταῦτα θεολογῶν καὶ περὶ ἑαυτοῦ, καὶ πῶς ἂν ἐγὼ ἐς τοσοῦτον ἔλθοιμι τόλμης καὶ ἀναιδείας ὡς ἄλλο τι παρὰ ταῦτα θεολογεῖν, κόνις ὢν ἀμυδρὰ καὶ χοῦς πρὸς γῆν ἰλυσπώμενος, κἂν ἐτιμήθην τῷ πνεύματι; Παῦλος οὐ παρα πεποίηκε τὸ ῥητόν, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν εἰς τὸν παράδεισον καὶ ἀκούσας ἀνέκφραστα· εὐαγγελιστὴς οὐδεὶς ἀπεγράψατο καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸν παράκλητον, καὶ τίς οὕτω θρασὺς τὰς φρένας καὶ τοὺς λόγους ἀκάθεκτος, ὡς ἀπερυγγάνειν τοῦτο τοῦ στόματος;

1.5 Εἰ δὲ τὴν πέμψιν πάλιν λαμβάνεις εἰς τὴν ἀπόδειξιν καὶ ἐνσχολάζεις τῷ ῥήματι καὶ ταυτίζεις ὀνόματα καὶ πέμ πειν λέγεις τὸ ἐκπορεύεσθαι, ἄκουε πάλιν τῶν πρὸς ἀντίρ ρησιν. οὐδὲν τῶν ὀνομάτων ἄντικρυς ὡς ταὐτόν· κἂν αὐτὰ φέρῃς τὰ πολυώνυμα, εὑρήσεις ἐν τούτοις διαφορὰν οὐ σμικράν· πρὸς γὰρ ἄλλην καὶ ἄλλην τοῦ ὑποκειμένου τὴν ἔννοιαν ἀπιδόντες οἱ πρώτως θέντες ὀνόματα τὸ ποι κίλον τῶν ὀνομάτων ἐπέθεντο. καὶ γνοίης ἂν ταῦτα καλῶς ἐς διδασκάλου ἀφιγμένος γραμματιστῶν τὰς συλλαβὰς ἀνα πτύσσοντος καὶ τὸ κεκρυμμένον τῆς διανοίας ἀνακαλύπτοντος -καὶ ταῦτα οὐκ ἂν ἐξ ὑπογυίου ὁ παρατυχὼν ἐπιγνώσαιτο- καὶ ἴδοις ἂν καὶ τοὺς ἐπιστήμονας οὐ τοῖς τυχοῦσι τῶν ὀνομάτων χρωμένους εἰς ἑρμηνείαν, εἴπερ κυριολεκτεῖν ἐπε βάλλοντο, ἀλλὰ τοῖς προσφυέσι καὶ καταλλήλοις καὶ μὴ ἀπᾴδουσιν. εἰ γοῦν ἐπὶ τῶν καθ' ἡμᾶς καὶ θνητῶν ἡ τῶν ὀνομάτων διαφορὰ πολλὴν ἐπικρύπτει τὴν ἔννοιαν καὶ ὁ ἐπιστήμων ἐπέγνωκε καὶ οὐκ ἐᾷ παραχαράττειν τοὺς μὴ λόγοις τοῖς τεχνικοῖς ἐμβαθύνοντας, πόσῳ μᾶλλον ἐπὶ τῆς ὑπὲρ ἡμᾶς φύσεως, τῆς ὑπερουσίου οὐσίας, τῆς πάντων αἰτίας τῶν ὄντων, τῆς μὴ παρά του γινωσκομένης μηδὲ τῶν κατ' αὐτήν τι διδούσης εἰς μικρὰν ἐκείνης κατάληψιν, τῆς ὑπεραιρομένης πάσης [ὑπερκειμένης] οὐσίας τε καὶ δυνά μεως, ἐξ ἧς ἅπαν ὂν καὶ ἔστι καὶ ζωοῦται καὶ ἀγαθύνεται καὶ διαμένει περικρατούμενον, ἀρρήτῳ δυνάμει τῆς ὀντο ποιοῦ συνεχόμενον φύσεως; πόσον γοῦν ἐπὶ τῆς ἀρρήτου ταύτης οὐσίας χρεὼν παρατηρεῖν τὰ ὀνόματα, ἅπερ ὁ πρω τουργὸς τῆς τούτων ἀποκαλύψεως ἔθετο, καὶ λέγειν μὲν ἐκπορεύεσθαι τὸ πνεῦμα ἐφ' οἷς εἰρήκει τὸ ἐκπορεύεσθαι, καὶ πέμπεσθαι πάλιν ἐφ' οἷς τὸ πέμπεσθαι ἔλεξε. τίς γὰρ οἶδε νοῦν κυρίου; τίς εἰς τὰ βάθη παρέκυψε τὰ τοῦ πνεύ ματος; ἔφη Χριστὸς τὸ πνεῦμα παρὰ τοῦ πατρὸς ἐκπορεύεσ θαι, καὶ οὐκ ἄν τις τῶν εὐσεβεῖν ᾑρημένων παραχαράξειε τὴν φωνήν. ἔφη πάλιν οὗτος ἐκπέμπειν αὐτό, καὶ μενέτω οὕτως τὸ ὄνομα. ἢ τίς ὁ λόγος ἐκεῖνο μὲν φυλάττειν ἀπαραποίητον, τοῦτο δὲ ἐπάγειν εἰς ἕτερον; καίτοι γε οὐχ ἁπλῶς ὄντος τοῦ πράγματος οὐδὲ τῶν ἀκινδύνων, ἀλλὰ καὶ τῶν λίαν ἐπικινδυνοτάτων καὶ πολὺν παρεχομένων τὸν ὄλεθρον.

1.6 Ἐπέλθωμεν καὶ τὰ τῶν θεοφόρων συντάγματα καὶ διδάγματα. ὅτι μὲν καὶ οὗτοι περὶ τούτων τοιαύτην ἔσχον τὴν ἔννοιαν, ἐκ τῶνδε δῆλον καθέστηκε· τίς γὰρ αὐτῶν ἀπεθρα σύνθη ἐκ τοῦ υἱοῦ ἐρεῖν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι; καὶ μὴν εἶχον εἰπεῖν εἰ τοιοῦτόν τι νενοήκασιν, ἀλλ' εἰς τὴν πέμψιν ἐνέμειναν καὶ τὴν δόσιν καὶ τὴν χορηγίαν, ἔστιν οὗ καὶ τὴν πρόεσιν. πρόεσις δὲ οὐ ταὐτὸν τοῖς ἐπηβόλοις τῶν λογίων τῇ ἐκπορεύσει γνωρίζεται, εἴ γε φαμὲν καὶ τὸν υἱὸν προΐεσθαι τοῦ πατρός, ἀλλ' ἔστι κοινή τις φωνὴ προσδιο ρισμοῦ τινος δεομένη πρὸς τὴν