1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

7

ἵνα συσταλῶσι τὰ ἰδιώματα. τίς εἶ ὁ ταῦτα φιλοκρινῶν; εἰ μὲν οἶδας τὸν τῆς ἐκπορεύσεως λόγον, τίνι τῆς γεννήσεως διενήνοχε, τότε ἂν γνοίης τὸν τῆς ἀποστολῆς καὶ τῆς χορηγίας, τίνι δια φέρει τῆς ἐκπορεύσεως· ἀλλὰ μὴν οὐκ ἐκεῖνο, καὶ τοῦτο ἄρα οὐδ' ὅλως. ἔμμενε ταῖς κειμέναις τῶν συλλαβῶν, καθὼς πολλάκις σοι εἴρηκα, ἔχου τῶν δεδογμένων ὡς ἀλη θῶν, μή σοι κεραία τῶν λογίων παραθραυσάτω. εἰ γὰρ ἐπὶ τῶν ἐνταλμάτων Χριστοῦ εὐφορητὸς ἐν τοῖς τοιούτοις ὁ κίνδυνος, ἐπὶ τοῖς θεολογίας ὀνόμασιν ὁπόσον οὗτος ὀλεθριωτέρος.

1.13 Ἐρῶ σοι λόγον οὐ φλαῦρον, μόνον ὑπόθες μοι οὖς καὶ μὴ ζυγομαχήσῃς εἰς τὴν ἀλήθειαν. εἰ καὶ ἐκ τοῦ υἱοῦ ἦν τὸ πνεῦμα ἐκπορευτόν, οὐκ ἂν τὸ τοιοῦτον σιωπήσας ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐδογμάτισεν. εἰ γὰρ ἐκ τοῦ υἱοῦ, πάντως καὶ ἐκ τοῦ πατρός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ πάντα τὰ τοῦ υἱοῦ· οὐ μήν, εἰ ἐκ τοῦ πατρός, καὶ ἐκ τοῦ υἱοῦ ὡς ἐξ ἀνάγκης ἂν εἴη ἑπόμενον. ἔδει γοῦν τὸ πρῶτον ἐρεῖν, ἵν' ἀκολουθήσῃ τὸ δεύτερον· τὸ δὲ δεύτερον εἰρηκὼς οὐκέτι φέρει τὸ πρῶτον. ὅτου γοῦν χάριν παρέλειψε τὸ ἀμφί βολον, δεδιδαχὼς τὸ παρὰ πᾶσιν ὁμολογούμενον; ἔμοι γε δοκεῖν, ἵνα τοιαύτης ἐννοίας ἀπαλλάξειε τοὺς μέλλοντας τὸ κήρυγμα δέχεσθαι, ὡς ἂν ἔχοιεν φρονεῖν καὶ λέγειν ἐκ τοῦ πατρὸς τὸ ἅγιον πνεῦμα ἐκπορεύεσθαι, ἐνεῖναι δὲ ἢ συνεῖναι υἱῷ καὶ τὴν ἀποστολὴν καὶ τὴν χορηγίαν ἢ καὶ τὴν δόσιν λαμβάνειν ἐκ τούτου, τὴν κατ' εὐδοκίαν λέγω σύμπνοιαν καὶ ὁμόνοιαν.

1.14 Βιάζεις γοῦν με ῥῆσιν εἰπεῖν, ἣν Χριστὸς οὐκ ἐδίδαξεν, ἀπόστολος οὐ παρέδωκε, διδάσκαλος οὐ παρέθετο. ὀκνῶ τὸν λόγον, μάλιστα δέ γε πεφόβημαι, μὴ θέλων θρασέως θεολογεῖν οὐ μόνον φωτὸς ἐκπέσοιμι τοῦ θεοῦ, ἀλλὰ καὶ εἰς σκότος ῥιφῶ τὸ ἐξώτερον. οὐ βούλομαι θεολόγος τολ μηρὸς ὀνομάζεσθαι, ἐξὸν δειλίᾳ με σώζεσθαι· οὐ δέχομαι κακῶς ἀνδρίζεσθαί με καὶ πίπτειν, ἐξόν με διατηρεῖσθαι συστολαῖς ἄτρωτον. ἔχε σὺ τὸ θράσος κἀγὼ τὴν δειλίαν· καλὸν τοῖς τοιούτοις δειλιᾶν μᾶλλον ἤ γε θρασύνεσθαι. Ἴκαρον καὶ μῦθος κηρίνοις τοῖς πτίλοις ἀεροπορῆσαι ἀπο θαρσήσαντα οὐ διέσωσεν, ἀλλ' εἰς πέλαγος ἔρριψε τοῦ κηρὸς τακέντος ἀκτῖσιν ἡλιακαῖς. ἆρ' οὖν πείθομεν ὑμᾶς τοῖς τοιούτοις λόγοις, καὶ πάσχοιτε καὶ ὑμεῖς τὸ τῆς δειλίας ταύτης πάθος, ἣν καὶ κρείττους ὑμῶν πολλοὶ δεδειλιάκασιν, ἥτις καὶ σώζει καὶ οὐκ ἀπόλλυσι; καὶ γὰρ πραγματεύσασθαι τὴν σωτηρίαν ἀκαμάτως ἐξόν, τί τοῖς κινδύνοις αὐθαιρέτως ἐμπίπτομεν; δέον συστεφανοῦσθαι τοῖς προαγωνισαμένοις ἡμῶν πόνων ἄτερ καὶ λόγων μακρῶν, τί ἀδήλοις πράγμασιν ἐπιρρίπτομεν ἑαυτούς; μὴ κόραις ἀκορέστως ἐχούσαις τῶν τοῦ ἡλίου ἀμαρυγμάτων ἐπεντρανίσαις αὐτοῖς, μή ποτε τὸ τῶν ὀφθαλμῶν ἀποβάλῃς φῶς τῇ τῶν ἀκτίνων λαμπρότητι· διὰ παραπετασμάτων ἢ ἐν ἀέρι αὐτὸ καταλάμβανε, καὶ ἔχεις μετὰ τῆς ὠφελείας τὴν ἡδονήν. μὴ εἰς πέλαγος ἄπειρον κυβιστᾶν ἐθελήσῃς· ἀρκέσθητι ποταμοῖς ἢ καὶ λίμναις εὐπεριγράπτοις τὴν τέχνην τοῦ κολυμβᾶν ἐπιδείξασθαι. 1.15 ∆εῦτε οὖν στῶμεν ἅμα εἰς οἶκον κυρίου, καὶ ᾆσμα ᾄσωμεν οὐ καινόν-τοῦτο γὰρ παρῳδήσω τῶν τοῦ ∆αβίδ· - παλαιὸν γάρ, εἰ καὶ τῆς νέας διαθήκης καὶ κρείττονος. πάλαι γὰρ τοῦτο παρὰ Χριστοῦ δεδιδαγμένοι οἱ τὴν κρείττω σοφίαν μετέωροι τοῖς εὐσεβεῖν ᾑρημένοις παρέθεντο, ἀπαρά θραυστον φυλάττειν ἐγκελευσάμενοι. δεξώμεθα τὴν αὐτῶν προσταγὴν ὡς τῆς ψυχῆς φυλακήν, ἀσπασώμεθα τὰ ἐκείνων διδάγματα ὡς πρὸς σωτηρίαν συντάγματα, καὶ ᾄσωμεν τοῦτο δὴ τὸ ᾆσμα ἐπὶ τὸ αὐτὸ συνδραμόντες, εἰς μίαν συμφωνίαν ἡμᾶς συναγαγόντος τοῦ πνεύματος, τοῦ ἐκπορευομένου μὲν παρὰ πατρός, ἀναπαυομένου δὲ ἐν υἱῷ ἢ συνόντος υἱῷ, παρ' αὐτοῦ δὲ καὶ ἀποστελλομένου καὶ διδομένου καὶ ὅσα τοιαῦτα, καθὼς τὰ τρία οἴδασι καὶ τὸ ἕν, ὧν τοὺς ἀριδη λοτέρους τῶν λόγων ἀποκεκρύφασι· καὶ ἀλαλάξωμεν ἅπαντες ἐν μιᾷ φωνῇ τὸ κοινὸν τοῦτο τῆς ἡμετέρας πίστεως σύμ βολον, τὴν καλὴν ἡμῶν παρακαταθήκην τῆς εὐσεβείας, ἣν ἀκεραίαν