1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

8

φυλάξαιμεν, καὶ δοξάσαιμεν τὴν μίαν θεότητα καὶ βασιλείαν, ᾗ πρέπει δόξα κράτος τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. ἀμήν.

2.t Λόγος δεύτερος περὶ τῆς ἐκ πατρὸς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως.

2.1 Ἐπειδὴ τὸν πρῶτον λόγον χάριτι τοῦ πνεύματος ὡς δυνατόν γε συνεστησάμεθα, ἐν ᾧπερ οὐκέτι δέον εἶναι λέγειν ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον ἁπλαῖς ἐν νοίαις παρεστησάμεθα διδασκάλου Χριστοῦ καὶ τῶν πατέρων ἑπόμενοι, φέρε δὴ καὶ ἀποδείξεσιν αὐτὸ καθάπερ εἰκὸς πιστωσόμεθα· οὐ γὰρ τοῖς ἁπλοῖς τῶν λόγων καὶ ἀπεριέργοις ὡς οἶμαι οἱ τῇ προσθήκῃ χαίροντες ἀρκεσθήσονται, ἀλλὰ καὶ λόγους ζητήσουσιν ἐκ τῆς κάτω σοφίας καὶ πατουμένης καὶ προτάσεις ἀπαιτήσουσι καὶ τὰ ἑπόμενα συμπεράσματα, ἐπαγωγάς τε εἰς πίστωσιν καὶ τὰ δι' ἀδυνάτου πρὸς τὰ προκείμενα καὶ ὅσα ἄλλα τῶν ἐντέχνων παιδευμάτων καὶ κομψευμάτων, ἃ τὸ καθ' ἡμᾶς μυστήριον ὑπερέβαλεν ἢ ἀπέβαλε. καὶ οὐ τὸ πρῶτον λέγω τὸ ἐν θεότητι, ἀλλὰ καὶ τὸ δεύτερον καὶ κάτω τὸ ἐν ἀνθρωπότητι. ἤκουσα καὶ τῶν Ἑλλήνων τοὺς θεολόγους μὴ πάντα τὰ τῶν θεῶν αὐτῶν παριστῶντας ταῖς ἀποδείξεσι, καίτοι γε πλάσματα ὄντα τού τοις τὰ τῶν θεῶν, ὧν τῆς διανοίας ἀναποχὴ ἡ οὐσία καὶ οἷς ἡ λήθη φθορά, ἀλλὰ καὶ θέσεις προάγουσιν ἀμέσους καὶ ἀναποδείκτους καὶ θεσπίζουσιν αὐτὰς ὡς ἀληθεῖς παραδέ χεσθαι. ἡμᾶς δὲ τί τὸ εἰς τοσαύτην ἐλάσαν ἀβελτηρίαν- ὀκνῶ γὰρ λέγειν μανίαν-, ὡς εἰ μὴ καὶ αὐτὸ ὅτι ἔστι θεὸς ἀποδεικτικὸν ἀποφηναίμεθα, οὐκέτι στερκτὸν λογισαί μεθα, δεδοικότες οἷον μὴ λάθοιμεν θεὸν τοῖς λόγοις συνα πολέσαντες ἢ τῷ ἀναποδείκτῳ ζημιωθέντες τὴν πρόνοιαν; ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, ἁπλοῦν οὕτω φυλάττειν τὸ κήρυγμα καὶ μὴ ποικίλον ταῖς ἀντιθέσεσιν. ἐπεὶ δ' ὁ τῆς ἁπλότητος ἐξοστρακίσας πάλαι τὸν ἄνθρωπον, ὑπὸ τῆς αὐτοῦ διπλόης ἐξαπατήνας καὶ εἰς τὸ τῆς ὕλης καταγαγὼν πολύτροπον καὶ πολύμορφον, καὶ τὸ τῆς ἡμετέρας πίστεως εἰς πολυσχιδεῖς τινας ἐννοίας διέτεμε κἀντεῦθεν χρεία λόγων πολλῶν, εἴ πως τὸ ψεῦδος ἀποκριθείη τοῦ ἀληθοῦς, ἤδη καὶ ἡμεῖς τῷ πνεύματι τῷ ἁγίῳ θαρρήσαντες τὸν μέγιστον ἀγῶνα τοῦτον εἰσέδυμεν, ἐκεῖθεν ἐπηλπικότες ῥοπὴν εἰς τὸ λαλῆσαι μετὰ τοῦ πνεύματος τὰ τοῦ πνεύματος, ὅθεν ἅπαν καταβαίνει δώρημα τέλειον.

2.2 Τί γοῦν καινόν, εἰ καὶ ὁ τῆς ὄνου πρότερον ἀνοίξας τὸ στόμα, ἵνα προφητεία λεχθείη περὶ Χριστοῦ, καὶ νῦν τοῦ ἡμετέρου νοὸς ἀποβαλεῖ τὴν ἀχλὺν καὶ τὴν ἐπιπροσθοῦσαν τῷ τῆς ψυχῆς ἡλίῳ σκοτόμαιναν διασκεδάσει ὡς ὅτι γε πορρωτάτω, ἵν' ἐν φωτὶ κατίδωμεν φῶς, ἐν πνεύματι τὰ τοῦ πνεύματος; λάλει μοι δὴ πρῶτον αὐτὸς τὰ σαυτοῦ, ταῖς σαῖς ἐπίπληξόν με βολαῖς· τὴν ἀσπίδα γὰρ ἤδη τῆς ἀληθείας προβέβλημαι· καὶ δέξομαί σου πρότερον τὰς βολάς, εἶτά σε ταῖς ἐμαῖς ἀντιπλήξαιμι καὶ ἀποπειράσομαι τῆς δυνάμεως.

2.3 Ἓν μὲν δὴ τοῦτο καὶ μάλα τούτοις ἰσχυρὸν ἀνα φαίνεται, ὅπερ ἐν τοῖς εὐαγγελίοις εἶπε Χριστός· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπο ρεύεται». τοῦτο δὴ οἷάπερ διφυὲς βέλος κατὰ τῶν ἀντι λεγόντων ἐκπέμπουσιν, ἔκ τε τοῦ πέμψω καὶ ἐκ τῆς ἀληθείας τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ υἱοῦ ἐκπορευόμενον ἀπο δεικνύναι πειρώμενοι. «εἰ γὰρ τὸ πνεῦμα», φασί, «πέμπεται παρὰ τοῦ πατρός, πέμπεται δὲ καὶ παρὰ τοῦ υἱοῦ ταυτο τρόπως, ἐκπορεύεται διὰ ταῦτα δὴ καὶ ἐκ τοῦ υἱοῦ»· κἂν γὰρ οὗτος τοῖς διαλεκτικοῖς πολλὴν αὐχῶν τὴν ἰσχύν* ὡς τοῖς αὐτοῖς πάντως ἕπεται τὰ αὐτὰ ὥσπερ τῷ ἐναντίῳ τὸ ἐναντίον καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. καὶ μὴν οὔτε τοῦτο ἐπὶ πάντων ἠλήθευκεν οὔτ' ἐκεῖνο τὸ ἀκλόνητον ἔσχηκεν. εἰ γὰρ ὕπνῳ