1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

6

ἐς ὕστερον διδασκά λων, τῶν θεοφόρων ἀνδρῶν· ταῖς λέξεσιν ἐκείνων εἰς τὴν ἡμετέραν χρησώμεθα προφοράν, τὰς αὐτὰς ἐννοίας προβά λωμεν εἰς διδάγματα, μὴ ἀφορμὴν ἀπωλείας τὴν τῆς σωτη ρίας ἡμῶν ἐλπίδα ὁ κοινὸς προσλάβῃ ἐχθρὸς καί, ὅθεν ἡ μῖν τὸ σώζεσθαι, ἐκεῖθεν γένηται ἡ φθορά. δεινός ἐστιν ὁ ἀντίπαλος, καὶ εἰ τοῖς ἀριστεροῖς ἀποκάμοι, ἐπιβάλλει τοῖς δεξιοῖς, καὶ τὸν ζῆλον προφέρει καὶ τάχα μεταχειρίζεται τὴν ἀλήθειαν. κιρνᾷ κρατῆρα μέλιτος πλήρη, καὶ δηλητηρίου μεστὸς τοῖς εὖ φρονοῦσι γινώσκεται· σαίνει τῷ φαινομένῳ καὶ δάκνει τῷ κρυπτομένῳ. σφραγὶς ἡμῖν ἐγεγόνει πᾶσι τοῖς εἰς Χριστὸν πεπιστευκόσι κοινή. ταύτῃ τῇ σφραγῖδι πάντες ἐνσημαινώμεθα, καὶ τάχα παραδράμῃ ἡμᾶς ὁ ὀλο θρεύων διάβολος. ποίμνη ἐσμὲν τοῦ Χριστοῦ, τοῦ καλοῦ ποιμένος καὶ ἀρχιποιμένος· φυλάττωμεν ἡμῶν τὴν σφρα γῖδα ἀπαρεγχείρητον, μὴ λάθωμεν τῷ κλέπτῃ σεσυλημένοι καὶ τῷ δεσπότη μὴ γινωσκόμενοι. αἱρέσεις οὐκ ὀλίγαι κατὰ καιροὺς ἀνεφάνησαν, καθάπερ ζιζάνια τὸν καθαρὸν σῖτον μολῦναι θέλουσαι τοῦ Χριστοῦ, ἀλλὰ λόγοις ἀληθείας ἐξ ερριζώθησαν. οὐδὲν δὲ τὴν σφραγῖδα τοῖς διὰ ταῦτα λόγοις παρεποιήσαντο οἱ διδάσκαλοι, ἀλλ' ἠρκέσθησαν καὶ μόνον ἀποβαλεῖν τὸ ἀλλότριον· ἡ δὲ σφραγὶς ἐτηρήθη ὡς ἔσχε φύσεως ἐξ ἀρχῆς. ὃ γὰρ ἐκ δευτέρου πολλοῖς κανόσι καὶ ἀρίστως ἠκριβωμένοις πεπλήρωται, τούτου τὴν τελείωσιν ὡς μηδενὸς προσδεομένην ἐθέσπισαν· ἀλλ' ὤρθουν μὲν τὸ σφαλλόμενον, τὸ δὲ καλῶς ἐγκείμενον ἐτήρουν πάμπαν ἀλώ βητον. εἰ γοῦν θέλεις πρόβατον Χριστοῦ καὶ εἶναι καὶ πᾶσι τοῖς ὁρῶσι γινώσκεσθαι, φέρε τὴν σφραγῖδα καθὰ τῷ εἴδει τῆς εὐσεβείας μεμόρφωται, καὶ μὴ κίβδηλον ἔχῃς παρα ποιήσας σου πρὸς τὸ βούλημα, μή ποτέ σοι ὁ κύριος ἐν τυχών, ὁ λέγων γινώσκειν τὰ αὐτοῦ καὶ ὑπὸ τῶν ἐκείνου γινώσκεσθαι, «οὐκ οἶδά σε» δικαίως ἐρεῖ.

1.12 Ἀλλ' ἐπὶ γλώττης αἱ εἰκόνες καὶ ἐξ ὑπογυίου τὰ παρα δείγματα, ῥίζα καὶ κλάδος καὶ ὁ καρπὸς καὶ ὁ ἥλιος καὶ ἀκτὶς καὶ ἀπαύγασμα· τὸ γὰρ τῆς πηγῆς σιωπῶ, ἀξύμφυλον ὂν εἰς παράληψιν. ἐγώ σου τοὺς λόγους διαλύσω τῶν παραδειγμάτων, εἰ μόνον ἐθέλεις ἀφιλονείκως ἐπαΐειν τῶν λεγομένων μοι. καρπὸς τὸ πνεῦμα κατὰ τὰς ὑποθέσεις σου πέφυκε, καὶ ἐν ἑτέροις πάλιν ἀπαύγασμα. ἀλλ' ἡ ἑτερότης πολλὴ καὶ οὐχ ἁπλοῦν τὸ διάφορον. ἵνα τί γοῦν μὴ τὸν καρπὸν ἐκ τοῦ κλάδου καὶ τὸ ἀπαύγασμα ἐξ ἀκτῖνος ὁ σοφὸς τὰ πάντα καὶ τὰ ἑαυτοῦ εἰδὼς ἄριστα ἀπεφήνατο, ἀλλ' ἐκ τῆς ῥίζης καὶ ἐξ ἡλίου; μήποτε οὖν καὶ ἄμφω κλάδοι καὶ ἄμφω καρποὶ ἢ καὶ ἀκτῖνες καὶ ἀπαυγάσματα ἐν ἀλλήλοις ἡνωμένα καὶ ἀνακεκραμένα ἀρρήτοις λόγοις, μὴ παραποιοῦντα τὰ ἰδιώματα. πῶς δὲ καὶ ἕξει χώραν ἐν ἀσχηματίστοις, ἐν ἀναφέσιν, ἐν πᾶσιν ἀπηλλαγμένοις αἰσθητι κῆς ἀντιλήψεως καὶ ἐμφάσεως τὰ τόπῳ καὶ διαστάσει περι γραφόμενα; βούλομαι καὶ αὐτὸς τρεῖς ταῦτα λέγειν ἡλίους, ἐξ ἑνὸς τῶν δύο ἐχόντων τὴν ὕπαρξιν, ἀλλὰ θροεῖ με διο ρισμὸς καὶ περιγραφὴ καὶ τὸ μὴ πάντα ἐν ἀλλήλοις ταῦτα γνωρίζεσθαι. θράττει με καὶ ἡ ῥίζα καὶ ὁ κλάδος καὶ ὁ καρπός, εἰ ἐν ὑποστάσει μιᾷ μέρη ταὐτά εἰσιν, ἐξ ὧν τὸ ὅλον συνέστηκεν. ἀλλὰ καὶ ὁ ἥλιος ἄτομον, καὶ πῶς ἡ τρισυπόστατος φύσις ἐν ἑνὶ ἀτόμῳ εἰκονισθήσεται, μέρεσι σπαραττομένη καὶ διαιρουμένη, ὧν ἕκαστον τῇ τοῦ ὅλου φύσει οὔτε συνέστηκεν οὔτε ὠνόμασται; θεὸς δὲ ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον· ἐξ ἑνὸς τὰ δύο ὡς αἰτίου αἰτιατά, τὸ μὲν γεννητῶς, τὸ δ' ἐκπορευτῶς, καὶ ἀλλήλοις συμπεφυκότα καὶ ἀεὶ συνόντα ὡς ὁμοούσια. εἰ δ' ὁμοούσια, πάντως καὶ ὁμοδύναμα, μὴ τῆς τοῦ αἰτίου οὐσίας ὁπωσοῦν εἴτουν ἐνεργείας εἴτε δυνάμεως ὑφιέμενα. εἰ δ' ἔστι καὶ ἑτέρα ἰδιότης ἀμφοῖν, ὡς τὸ μὲν ἐξ ἑκατέρου δίδοσθαι ἢ ἀποστέλλεσθαι ἢ χορηγεῖσθαι ἢ ὁπωσοῦν ἄλλως ἐθέλεις καλεῖν, τὸ τῆς ἐκπορεύσεως μόνον εὐλαβούμενος ὄνομα ὡς ἀρχὴν παραδηλοῦν οὐσιώσεως, ἑκάτερον δὲ ἐξ ἑκατέρου, οὐκέτι γε καὶ διὰ ταῦτα ἐπιφέρεις μοι σὺ τὴν ἐκπόρευσιν ὡς ἐξ ἀνάγκης ἑπομένην,