1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

4

σαφήνειαν. πρόεισι μὲν γὰρ τοῦ πατρὸς ὁ υἱός, ἀλλὰ γεννητῶς· πρόεισιν αὐτοῦ καὶ τὸ πνεῦμα, ἀλλ' ἐκπορευτῶς. ὥστε οὐχ ὅπου πρόεσις, γέννησις ἐκεῖ ἢ ἐκπόρευσις. ταύτῃ δὲ τῇ φωνῇ χρησάμενοι ἐπὶ τοῦ πνεύματος οἱ τῆς ἐκκλησίας φωστῆρες, καθάπερ ἀμέλει καὶ ταῖς προειρημέναις, οὐ προσδιορισμῷ τινι ἐπεσημήναντο τοῦτο, ἵνα ἔχοιμεν γνῶναι τὸ νόημα, ὅπερ ἦν δέον, εἰ νενοήκασι· προϊέναι γὰρ ἐκ τοῦ υἱοῦ ἀλλ' ἐκπορευτῶς εἶχον ἂν εἰπεῖν, εἰ πρὸς τοιοῦτον ἀπένευον τὸν σκοπόν.

1.7 Λέγε οὖν καὶ σὺ τὰς τοιαύτας φωνὰς ἀμεταποιήτους παραφυλάττων εἰς τὴν ἐκφώνησιν. δίδασκε τὸ πνεῦμα παρὰ τοῦ λόγου ἐκπέμπεσθαι· ἐδιδάχθης γὰρ τοῦτο παρὰ τοῦ κρείττονος. ἑρμήνευε καὶ χορηγεῖσθαι τοῦτο παρ' αὐτοῦ καὶ δίδοσθαι καὶ ἀποστέλλεσθαι καὶ προΐεσθαι· δεδίδαξαι γὰρ ταῦτα παρὰ μεγίστων ἐκείνων ἀνδρῶν, ὧν ἡ ἀρετὴ τὸ ἐπίσημον καὶ ὧν τὸ θεοφορούμενον ὡς ἐπίδηλον. Βασίλειοι ταῦτα θεολογοῦσι καὶ Κύριλλοι καὶ Γρηγόριοι, οἳ οὐδ' ὁπωσοῦν τετολμήκασιν ἐπὶ τοῦ υἱοῦ διαγράψασθαι τὴν τοῦ πνεύματος ἐκπόρευσιν. καὶ πῶς ἂν ἡμεῖς ἀπερυθριάστως οὕτως ἐπιπηδήσωμεν τῷ ὀνόματι καὶ κρεῖττον ἢ ἐκείνους ἑαυτοὺς εἰδέναι ἀπισχυρισώμεθα; ποῦ ποτε εὗρες τοῖς τούτων συγγράμμασι τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι; ἀλλὰ πάλιν ἐπάγονται οἱ ῥᾳδίως εὑρισκόμενοί σοι συλλογισμοὶ καὶ τὸ σαθρὸν τοῦτο τοῦ λόγου σχοινίον, δι' οὗ συνάγεις τὰ ἄτοπα, εἰ γε ψευδῆ τοῖς εὖ φρονοῦσι τὰ ἄτοπα. πῶς γὰρ οἱ τοσοῦτοί τε καὶ τοιοῦτοι οὐκ ἔγνωσαν τὸ παρά σου συναγό μενον; ἀλλὰ τὰς μὲν προτάσεις ἐγίνωσκον καὶ ἐδίδασκον, ἅπερ δὲ ὡς ἑπόμενα φέρεις αὐτὸς εἴτε δὴ συμπεράσματα οὐχ ὅλως εἰς νοῦν ἐδέξαντο· ἃ γὰρ οὐ νενοήκασι, πῶς ἂν τοῖς διδασκομένοις παρέθεντο; λάβε μοι καὶ αὐτὸς τὰς προ τάσεις ὡς λόγους, εἰ βούλει, καὶ συμπεράσματα, καὶ μὴ δι' αὐτῶν συμπέραινε ἕτερα ἀλλότρια τῆς ἀληθείας καὶ ξένα τῆς ἐκκλησίας τοῦ Χριστοῦ.

1.8 Τίς ἡ τῆς θεολογίας τέχνη ἢ ἐπιστήμη, ὡς τοῖς κανόσι ταύτης ἑψόμεθα; ἁπλῆ τίς ἐστι διδασκαλία τὸ ἡμέτερον κήρυγμα. Χριστὸς γὰρ ταύτην ἐδίδαξεν, ἐπλάτυναν αὐτὴν οἱ ἀπόστολοι, ἐκράτυναν οἱ διδάσκαλοι. πάλιν φιλονεικεῖς συλλογίζεσθαι, κἀγώ σοι τὸν λόγον ἁπλοῦν ἀντιτίθημι. σὺ συμπεραίνεις μοι τὰ ψευδῆ, κἀγώ σοι προτείνω τὰ ἀληθῆ. συνάγεις μοι ἐκ τῶν προτάσεων καὶ ἐκ τοῦ υἱοῦ, ἐγώ σοι τὸ ἐκ τοῦ πατρὸς ἀποφαίνομαι. τοῦτο μὲν Χριστοῦ, ἐκεῖνο δ' οὐκ οἶδα τίνος· τοῦτο τῆς αὐτοσοφίας τὸ δίδαγμα, ἐκεῖνο πλάσμα διανοίας οὐχ ὑγιοῦς, τεχναζομένης εἰς τὰ ὑπερέκεινα τεχνῶν καὶ ἐπιστημῶν· τοῦτο Χριστὸς διδάσκει, καὶ τῷ λόγῳ πεπίστευκα, ἐκεῖνο προφέρεις σύ, καὶ οὐκέτι πειθόμενον ἔχεις με. τίς ἡ τοσαύτη καινοτομία τῶν λόγων; τίς ἡ τοσαύτη περὶ τοὺς θείους τῶν λόγων ἀδολεσχία, ὡς μὴ θέλειν ἐν ἄλλοις ἀσχολεῖσθαι καὶ ἐπιδείκνυσθαι, ἀλλ' ἐν τοῖς θείοις φιλονεικεῖν ἐναβρύνεσθαι; Ἀθηναίων οὐδὲν ἦν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, καὶ τῶν νέων θεολόγων μεταποιεῖν τὰ τῆς ἀληθείας διδάγματα.

1.9 Εἰ δὲ εἰς δουλείαν ἄγεις τὴν ἐκ τῆς πέμψεως πρόοδον ἢ τὴν δόσιν ἢ τὴν χορηγίαν ἢ τὴν πρόεσιν καὶ πάλιν θεολογεῖς ἢ φιλοσοφεῖς τὸ φύσει ἢ μὴ φύσει καὶ τὸ κατ' ἐξουσίαν ἢ κατὰ τὴν συνάφειαν καὶ ἢ οἴκοθεν ἢ ἔξωθεν καὶ ὅσα τοῦ τεχνυδρίου τοῦ ἀνθρωπίνου, ἀδολεσχεῖν σε ἐάσω ταῖς τοιαύταις πλημ μελῶς προσφερομέναις ἐρεσχελίαις καὶ μιᾷ τῇ λύσει ἀνατρέψω τὰς ἐντέχνους σοι διαιρέσεις ἢ ὑποδιαιρέσεις ἢ ἐπιδιαιρέσεις καὶ τὸ τῶν ἑπομένων ἀναγκαίων ταῖς ἀντιθέσεσιν. ἐπὶ τῆς τοῦ θεοῦ φύσεως καὶ τῆς αὐτοῦ διαιρέσεως καὶ ἑνώσεως καὶ νοῦς ἀσθενεῖ, ἐν ᾧ τοὺς ὅρους γινώσκομεν, καὶ διάνοια ἀπηγόρευκε, δι' ἧς τὰς ἐπιστήμας εὑρήκαμεν ἢ ἐσχήκαμεν· καὶ δόξα πῶς ἂν σχοίη χώραν τῶν πρὸ αὐτῆς ἀμαυρουμένων καὶ ἀπηυδηκότων τὴν νόησιν; ἄνθρωποι τὰς τέχνας εὑρή καμεν καὶ τὴν φύσιν κατεξετάσαντες φυσικῶς τοὺς λόγους προάγομεν, καὶ τέχνῃ τὰς τῆς φύσεως ἀκολουθίας ἐγνώ καμεν. ἐπὶ δὲ τοῖς ὑπερφυέσι τίς ὁ τεχνικὸς λόγος; ποῖος ὁ