1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

2

τεύσατο, ἀλλὰ κοιλίας ἀπερυγγάνοντας ῥήματα καὶ φιλονει κοῦντας νικῆσαι νίκην πολὺ τῆς ἥττης ἀθλιωτέραν. καὶ οὐχ ὑμεῖς τοῦτο, ἡμεῖς δ' οὔ· ἀλλ' ὅπερ ἐστίν, ὦ Ῥωμαῖοι, οὐκ ἀποκρύψομαι.

1.3 Ἤρξατο μὲν ἐξ ὑμῶν τὸ πάθος, κατεβοσκήσατο δὲ καὶ ἡμᾶς καθάπερ ἔρπης ἢ γάγγραινα, ἐκ φιλαυτίας ἀρξάμενα καὶ εἰς αὐθάδειαν καταντήσαντα. ἀλλὰ νῦν δεῦτε δὴ καὶ ἀκούσατέ μου, φόβον τοῦ κυρίου διδάξω ὑμᾶς· τοῦτον γὰρ ἀρχὴν σοφίας καὶ ἕτερος εἰρήκει θεόσοφος. ἵνα τί οὕτως ἐσμὲν εὔκολοι οὐ πρὸς ἅπαντα μόνον λόγον, φυσικόν τέ φημι ἢ μαθηματικὸν ἢ λογικὸν ἢ ἀλλοῖον, ἀλλὰ καὶ πρὸς θεολογίαν αὐτήν, ἀκρατεῖς καὶ χεῖρα καὶ γλῶσσαν καὶ τὴν διάνοιαν; τί μὴ τοῖς οἰκείοις ὅροις περιγραφόμεθα; τί πη δῶμεν ὑπὲρ τὰ ἐσκαμμένα; τί μὴ γινώσκομεν ἑαυτοὺς ἀν θρώπους, ἀλλ' οἰόμεθα μοίρας θειοτέρας εἶναι, φύσεως ὑπεραρθείσης τῶν οὐρανῶν καὶ ἐμφιλοχωρησάσης θεῷ καὶ τὰ κατ' αὐτὸν ἀρίστως ἐπεγνωκυίας καὶ τοῖς ἄλλοις ἐξαγγέλλειν δεδυνημένης; μάταιοι ὄντως ἡμεῖς, εἰς οὓς ἐπεγγελῶσι μὲν δαίμονες, θρηνοῦσι δὲ ἄγγελοι, καταδικάζει δὲ Χριστός, καὶ καταδίκην, ἣν ἐν τοῖς εὐαγγελίοις προώρισε, κλαυθμὸν καὶ ὀδόντων βρυγμὸν καὶ τὰ λοιπὰ τῆς κολάσεως. οὐ γὰρ ἔχοντες ἔνδυμα γάμου τοῖς ἀμφὶ τὸ δεσποτικὸν δεῖπνον δαι τυμόσι συνανακλίνομεν ἑαυτούς· καὶ τοῦτο οὐ πέρα δεινῶν, καίπερ ὂν δεινόν, ἀλλ' εἰ μὴ τοῖς πρώτοις καὶ ὧν οὐδεὶς ὑπερέκεινα συγκαταλέξοιμεν ἑαυτούς, ὡς οὐδὲν λελογίσμεθα. ὦ ἡμεῖς δείλειοι· ἀφέντες τὰ ἡμετέρα θεωρεῖν, τὰ τῆς ἀνεφίκτου καὶ τοῖς χερουβὶμ ζητοῦμεν φύσεως· ἀφέντες τὰς ἐντολὰς τοῦ κυρίου τηρεῖν, δι' ὧν σωθησόμεθα, θεολογεῖν προειλόμεθα· ἀφέντες περὶ φύσεως καὶ σωμάτων φιλοσοφεῖν καὶ γνωμολογεῖν περὶ ἤθους, ὧν καὶ τὸ τυγχάνειν κέρδος καὶ τὸ ἀποτυγχάνειν οὐ βλαβερόν, πρὸς τὸ θεολογεῖν ἀνιπτά μεθα, οὗ τὸ ἁμαρτῆσαι πτῶμα ψυχῆς τὸ ὀλεθριώτατον, καὶ οὗ ἡ ἀνάκλησις ὡς ἀδύνατος· οὗ γὰρ τὸ ἀποτυχεῖν ὡς ἀσύγγνωστον, τούτου δυσχερὴς ἡ ἐπάνοδος. ὦ ἡμεῖς μάταιοι, τί τὸ περὶ ἡμᾶς τοῦτο τοῦ σατᾶν ἔσχατον δέλεαρ; ὃς ἐπεὶ μὴ ἔχει τοῖς ἄλλοις θηρεῦσαι-ἀποκάμνει γὰρ τοῖς σωτη ριώδεσιν ἀντιβαλλόμενος πνεύμασι-τὸ μέγιστον τοῦτο καὶ ἐπικινδυνότατον ἐπιβάλλει θήρατρον τοῖς ὀξυτέροις τάχα καὶ θερμοτέροις εἰς τὴν εὐσέβειαν, ᾧ πολλὰ πλήθη καὶ τῶν περιφανεστέρων ἐν ἄλλοις ἀπώλεσε καὶ τοὺς ὑπερπεπηδηκότας τὰ κάτω καὶ μὴ κατὰ βαθμίδας κεχωρηκότας πτῶμα δακρύων δέδειχεν ἄξιον.

1.4 ∆ιὰ τοῦτο πᾶσιν ὀκνητέον εἰς. θεολογίαν ἐλθεῖν, καὶ φοβητέον τὸν φόβον, οὗ τὸ φοβεῖσθαι πάνυ γε ἄξιον. τί γὰρ καὶ θεολογοῦμεν καινότερον; δέον ἀρκεῖσθαι τοῖς προ τέροις καὶ οἷς ἡμᾶς ἐδίδαξεν ὁ καλῶς γινώσκων τὰ ἑαυτοῦ, ἢ καὶ τῶν δευτέρων ἀκούειν, ὧν ἡ πρᾶξις καὶ ὧν ὁ βίος ταῖς θείαις ἐμαρτύρησεν ἀποφάσεσιν, ἐπεὶ καὶ οὗτοι οὐ ταῖς οἰκείαις περὶ τὸ πρᾶγμα δυνάμεσι κατεχρήσαντο οὐδὲ τοῖς λογικοῖς καὶ μόνοις μεθοδεύμασιν ἐγκατέμειναν. ἀνθρώ πινον γὰρ τοῦτο καὶ τῇ φύσει γινώσκεται, καὶ ποῦ τὰ μυστήρια τῆς θεότητος; ποῦ δὲ τὰ ὑπὲρ φύσιν ἐκ τῶν κατὰ φύσιν καὶ θαυμαζόμενα καὶ τιμώμενα; Χριστὸς ὁ πρῶτος θεολόγος θεολογεῖ, καὶ σὺ τὴν ἐκείνου θεολογίαν παραποιεῖς; ὁ καλῶς εἰδὼς ἑαυτὸν καὶ τοὺς ἑαυτοῦ, καὶ σὺ τολμᾷς καὶ τὸ οἱονοῦν παρ' αὐτὸν ἀποφαίνεσθαι; ὁ Χριστός φησι· «τὸ πνεῦμα τὸ ἅγιον, ὁ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», καὶ τίς ἂν ἄλλος τολμήσειε καὶ ἐκ τοῦ υἱοῦ ἀποφήνασθαι; ὥσπερ γὰρ οὗτός φησιν γεγεννῆσθαι ἐκ τοῦ πατρός, καὶ οὐκ ἄν τις ἀπαυθαδιάσαιτο πώποτε λέξαι καὶ ἐκ τοῦ πνεύματος, οὕτω δὴ καὶ ἐν τούτῳ ἐστί. πέμπειν πάλιν αὐτός φησιν τὸν παράκλητον, καὶ στέρξωμεν τὸν λόγον καὶ μὴ παραχαράξωμεν τὸ ῥητόν· ἐκκείσθωσαν οὕτως αἱ συλλαβαί, ἃς ὁ πρῶτος στοιχειωτὴς ἀπεγράψατο. τί συλλογίζῃ ἐπὶ κενῆς καὶ ἐπιφέρεις ἄλλα ἀντ' ἄλλων ὀνό ματα; τὸ πέμπειν λέγε μοι πέμπειν καὶ ἐκπορεύεσθαί μοι τὸ ἐκπορεύεσθαι· κρείττων σοῦ πολὺ ὁ διδάξας αὐτὰ καὶ πιστεύειν οὑτωσὶ ἐντειλάμενος. τί γὰρ μὴ