1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

13

ἂν εἴη τὸ ἀτοπώτε ρον; ὑπόθες οὖν καὶ σὺ τὸ ἐμόν. ἄπειρον οὖν τὸ ἐξ οὗ καὶ ἄμφω, καὶ ἄπειρα ἄμφω, συναπειρούμενα τῇ ἀρχῇ ὡς συναπειρουμένου τοῖς αἰτιατοῖς τοῦ ἐξ οὗ ἢ τούτων αὐτῶν· οὐκ ἔσται γὰρ ὅρος ἐν ᾧ σταθήσονται. συγκινεῖται γὰρ ὁ πατὴρ τοῖς αὐτοῦ βλαστήμασιν [ὁ πατὴρ] εἰς ἀόριστον, καὶ ταῦτα συνανατρέχουσιν εἰς τὸ ἄπειρον, καὶ κατ' ἄμφω τυγχάνουσιν ἄπειρα· τὴν γὰρ ἀπειρίαν ἐν τοῖς ἄνω καὶ κάτω ὁ λόγος ἐγνώρισεν. εἰ δὲ καὶ τὰ παρ' ἑκάτερα διαπέφευγεν, ἀλλά γε δὴ καὶ ἐν τούτοις τοῖς ἄνω καὶ κάτω κεχαρακτή ρισται. διὰ τοῦτο γὰρ τὸ θεῖον ἀνώλεθρον, ὅτι περ οὐκ ἐν τοῖς ἄνω φερόμενον ἵσταται οὔτε μὴν ἐν τοῖς κάτω τερμα τοῦται κενούμενον, κυκλικὴν οἷον ἢ σφαιρικὴν ἀκινήτως ἐκμιμούμενον κίνησιν, ὅπου τῷ τέλει συμπέφυκεν ἡ ἀρχὴ καὶ ἄδηλον τὸ ὅθεν καὶ τὸ ὅπου καὶ ὁ ὅρος καὶ ἡ τομή· συμφυᾶ γὰρ τὰ πάντα καὶ ὡς εἰς ἓν συνυφίσταται.

2.16 Βούλει καὶ ἑτέρου λόγου γενέσθαι σε ἀκροάμονα· εἰ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα, ταὐτὸν δὲ εἰπεῖν οὐσιοῦται, ἢ εἰς ἓν συνῆλθον τὰ πρόσωπα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἄμφω εἰργάσαντο τὴν ἐκπόρευσιν-καὶ πόσα γε ἐν τούτοις τὰ ἄτοπα!-ἢ κρεῖττόν γε εἰπεῖν ἀσεβὴς σύγχυσις ἢ συστολὴ προσώπων εἰς ἓν καὶ ἀρχὴ οὕτως εἰπεῖν σύγκριμα θεῖον ἐσύστερον λαβὸν τὴν διάκρισιν, ἢ καὶ ἐξ ἀμφοῖν τοῖν προσώποιν οὐσίωται φυλλαττομένης ἀσυγχύτου τῆς διαιρέσεως. καὶ ἰδοὺ τὸ πρῶτον καὶ ὕστερον καὶ τὸ ἀτελὲς καὶ τὸ τέλειον· καὶ αὖθις ὡς ἐξ ἀρχῆς ὁ πατὴρ καὶ ὁ υἱὸς ἢ ἓν πρόσωπον πρώτως ἦν καὶ τὸ πνεῦμα ὡς ἐξ ἑνὸς τὴν ὕπαρξιν εἴληφε καὶ οὕτω δὴ ἐσύστερον τὰ πρόσωπα διεστάλησαν, ἢ δύο ὄντα εἰς ἓν συνέσταλται, ἵν' ἐξ ἀμφοῖν τὸ πνεῦμα ἐκπορευθῇ, συναλοιφέντοιν τοῖν δυοῖν εἰς ἑνὸς ὁμοουσίου τελείωσιν. ἀνέξεται ταῦτά τις εὐσεβής, τριάδα ὁμολογῶν ἄναρχον ἄχρονον ὁμοούσιον ὁμοδύναμον καὶ μηδὲ ἓν θέλων καταβάλλειν ἐκ τῶν τριῶν; τὸν πατέρα ἐν τούτοις τιμᾷς ἢ τὸ πνεῦμα ἢ τὸν υἱόν; οὐκ οἶδα τίνος ταῦτα τιμή, πολλῶν ἀκολουθούντων ἀτόπων οἷς καὶ τὸ δυσσεβὲς συνεφέπεται.

2.17 Εἰ δὲ προστίθης μοι πάλιν ῥῆσιν ἐκείνην τὴν τοῦ Χριστοῦ τὴν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» φάσκουσαν, καὶ ὡς ἐξ ἑνὸς ἀμφοῖν τὸ πνεῦμα προβάλλεις, θαυμάζω σε τῆς ἀγχινοίας καὶ τῆς περὶ τὰ θεῖα τῶν λογίων ἀκριβοῦς ἐπι στήμης καὶ ἀναπτύξεως. τί γάρ φησιν ὁ Χριστός; ἆρ' ἐγὼ καὶ ὁ πατὴρ πρόσωπόν ἐσμεν ἕν; ἢ ἄτομον; ἢ ὑπόστασις; ἤ τι τῶν πάντη ἀδιαιρέτων; καὶ μήν, πῶς πατὴρ καὶ πῶς υἱός, εἰ ἄμφω ἕν; ἀλλ' εἴπερ καὶ ἓν οὕτως, εἷς ἐχρῆν ἐρεῖν, καὶ οὕτως ἂν συνήπτοντο τὰ πρόσωπα εἰς τὸ ἕν· ἀλλ' ἓν εἰρηκὼς τὴν κατ' οὐσίαν ἐνέφηνεν ἕνωσιν καὶ τὴν κατὰ φύσιν ἀδιάτμητον συναφήν, καθ' ἣν αὐτοῖς καὶ τὸ πνεῦμα συνάπτεται καὶ ἓν τὰ τρία τυγχάνουσιν. τί γάρ; οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἓν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα ἕν; καὶ ὁπότερα ἂν λάβῃς τῶν τριῶν ἀπο τεμόμενος, οὐχ ἓν ἐρεῖς, κἂν δύο προφέρῃς, κατὰ τὴν οὐσίαν, κατὰ τὴν φύσιν, κατὰ τὴν δύναμίν τε καὶ τὴν ἐνέργειαν καὶ τὴν εἰς ἅπαντα συμφωνίαν καὶ σύμπνοιαν; ἀλλὰ τὸ ἓν αὐτὸ οὐχ οὕτως καθέστηκεν ἕν, ὡς πάντη ἓν εἶναι καὶ ἀδιαίρετον, ἀλλὰ τοῖς ἰδιώμασι τέμνεται καὶ τοῖς χαρακτῆρσι διαστολὴν δέχεται. καὶ εἰσὶν ἓν καὶ τὸ δύο οὐκ ἀπηρνή σαντο, καὶ ἀριθμοῦνται δυάδι ἢ καὶ τριάδι, καὶ ἓν ὡς ὄντως γνωρίζονται. μὴ γοῦν λάβῃς τὸ ἓν ἐν δυοῖν ὥσπερ ἄτομον εἴτουν πρόσωπον καὶ συνάψῃς ταῦτα καὶ σύγχυσιν ἐργάσῃ Σαβέλλειον, ταύτῃ μηδὲ τὴν διαίρεσιν ὡς ἀξυμφυῆ· Ἀρείου γὰρ ἡ βλασφημία ἢ μᾶλλον εἰπεῖν τοῦ τὰ τοιαῦτα ἐπισπείροντος ταῖς τῶν ἀνθρώπων διανοίαις σατάν.

2.18 Ὃ γοῦν ἐκ δυοῖν ὡς ἐξ ἑνός-ἀναληπτέον γὰρ τὸ ἑξῆς τοῦ λόγου-ἢ ἐξ ἑνὸς ὡς ἐκ δυοῖν, ἐκ δυοῖν πάντως ἐστίν, εἰ μήπως ἀναιρεῖς πρὸ τριάδος δυάδα, ἧς ἄνευ οὐκ ἂν τριὰς οὔτ' ἂν εἴη οὔτε λεχθείη. πῶς γὰρ ἐξ ἑνὸς προσώπου τὸ ἐκ πατρὸς καὶ υἱοῦ ἐκπορευόμενον πνεῦμα ἢ ἀτόμου ἢ ὑπο στάσεως; «ἀλλ' ἐκ δυοῖν ἑνὸς κατὰ