1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

11

σύ, κἀγώ σοι διασα φήσω τὸ δεύτερον. εἰ δὲ ναρκᾷ σου ὁ νοῦς πρὸς σαφή νειαν, τί βιάζεις ἐμὲ δόξαις ἀλλοκότοις συντίθεσθαι; ἆρα πάντα ἡμῖν ἡρμήνευται τὰ τοῦ θεοῦ παρά τε Χριστοῦ καὶ παρὰ τῶν αὐτοῦ μαθητῶν καὶ παρὰ τῶν ἀρίστων ἐν θεο λογίᾳ ἀνδρῶν, ἢ καί τι παρυποκέκρυπται καὶ ἀδιάγνωστον ἔμεινεν, ὡς ὑπερβαῖνον νοῦν τὸν ἀνθρώπινον; οἶμαι, οὐκ ἂν οὐχ οὕτως ἔχειν ἐρεῖς. σιώπα γοῦν καὶ αὐτὸς ἐν οἷς οἱ κρείττους σεσιωπήκασι, κήρυττε δὲ λαμπρᾷ τῇ φωνῇ τὰ τούτοις διαπρυσίῳ κεκηρυγμένα βοῇ· δέον γὰρ εὐσεβεῖν ἡμᾶς ἀληθέστατα χρωμένους ταῖς κειμέναις τῶν λέξεων.

2.10 Τίς ἀνάγκη παραποιεῖν αὐτὰς βλαβερῶς καί, ὡς ἂν φανῶμεν σοφώτεροι καὶ πρὸς θεολογίαν ἐπήβολοι, λανθάνειν ἡμᾶς ἑαυτοὺς εἰς ἄγνοιαν ἀπωλείας ἐμπίπτοντας, τὸ πάντων ἐλεεινότατον; ὁ οὐρανὸς ἡμῖν εἰς σκέψιν ἐμφαίνεται, ἔκκειται δὲ γῆ, ὕδωρ, ἀήρ, πῦρ. φαντάσθητι πρῶτον τὰ ἐν οὐρανῷ κάλλη, γνῶθι τὰς κινήσεις τῶν ἀστέρων τῶν πλανωμένων καὶ ἀπλανῶν· σοφίαν ἐκ τούτων γνωρίσεις θεοῦ. εἶθ' οὕτως περὶ τῶν κάτω μοι φιλοσόφησον, ἐξέτασον τὴν ποι κιλίαν τῆς φύσεως· πάντα μαθήσῃ εἶναι θεοῦ. καὶ τούτων οὐκ ἐντελεῖς τὰς αἰτίας ἢ τὰς ἀρχὰς ἢ στοιχεῖα εὑρήσεις εἰς τὴν κατάληψιν, τίς τε ἡ ὕλη, τί τὸ εἶδος, καὶ εἰ συνεστήκασιν καθ' αὑτὰ καὶ ὅπως ἄμφω συνδεδραμήκασιν, τὸν σκοπὸν δὲ ὁλοσχερῶς νοήσεις τῆς φύσεως, εἰ τοῖς δια φόροις πᾶσι διάφορος εἴδεσιν ἢ τοῖς ὁμοίοις ὅμοιος ἢ ἐνίοτε μὲν ὁμοίοις διάφορος, διαφορουμένοις δ' ἐνίοτε ὅμοιος· τίνες οἱ τῶν σπερμάτων λόγοι οἱ ἀδηλότατοι, ἐν δὲ τῇ ἐκφύσει ἀριδηλότατοι· τίς ὁ σκοπὸς τῷ δημιουργῷ τῆς γενέ σεως καὶ τῆς φθορᾶς, εἴπερ πᾶν τὸ γενόμενον φθείρεται, καὶ οὐκ ἐν ἀνθρώποις λέγω διὰ τῆν πτῶσιν, ἐπεί γέ πως καὶ παραμένει καὶ διασώζεται, ἀλλὰ καὶ ἐν ἄλλοις ζώοις διὰ τὴν σύμπτωσιν.

2.11 Ταῦτα φιλοσοφητέον ἡμῖν καὶ περὶ τοιούτων τὰς σκέψεις ποιητέον ὡς ἀκριβεῖς, τῶν δὲ τῆς θεολογίας ῥημάτων ὡς ἔσχον ἐξ ἀρχῆς ἀνθεκτέον τῆς θε[ολογίας]· ἀλλὰ θράττουσιν αὐτοὺς τὰ παρὰ τῶν διδασκάλων ἀγορευόμενα. καὶ οὐκέτι ἐρῶ ὡς Κυρίλλου μὲν τόδε, Βασιλείου δὲ τόδε καὶ αὖθις Ἀθανασίου καὶ τῶν Γρηγορίων καὶ ἄλλων, ἀλλ' ὁμοῦ πάντα συνάψας καὶ εἰς μίαν περικοπὴν παραθέμενος τοῖς πᾶσιν ἀντεπεξαγάγω λύσιν μίαν τὴν ἐφαρμόττουσαν. ὁ μὲν ἐκ τούτων προχεῖσθαι θεολογεῖ τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ, ὁ δὲ προίεσθαι, ἅτερος δίδοσθαι καὶ ἄλλος χορηγεῖσθαι ἢ ἐκ πέμπεσθαι, καί τινές τινα ἢ πάντες πάντα ταῖς οἰκείαις συγγραφαῖς ἐνεχάραξαν. ἐκχεῖσθαι μὲν παρὰ τοῦ υἱοῦ καὶ αὐτὸς τὸ πνεῦμά φημι, συμφάσκω τοῖς εἰποῦσι καὶ δίδοσθαι, καὶ χορηγεῖσθαι παρὰ τούτου οὐκ ἀπαναίνομαι, καὶ προιέναι καὶ πέμπεσθαι καὶ τἆλλα τῶν ὀνομάτων οὐκ ἀπαρνοῦμαι, οὔτε ταῖς προφοραῖς οὔτε πρότερον ταῖς νοήσεσιν. ἀλλ', ὦ φίλος, οὐχ, ὅπερ ἐκχεῖται μὲν καὶ χορηγεῖται καὶ δίδοται, ἐξ ἐκείνου δὴ καὶ οὐσίωται ἐξ οὗ καὶ χεῖται καὶ χορηγεῖται καὶ δίδοται. τὸ γὰρ ἐξ ἄγγους ὕδωρ καὶ ἡ ἐκ τῶν πυρείων ἀκτὶς ἐκ τούτων μὲν καὶ πέμπονται καὶ δίδονται, ἀλλ' οὐκ ἐκ τούτων οὐσίωνται. καὶ μή σε θορυβείτω τὸ ἐν ἑτεροου σίοις παράδειγμα· τῶν γὰρ παραδειγμάτων ὅσον ἁρμόττον πρὸς τὴν ὑπόθεσιν προσλαμβάνοντες τὸ περιττὸν ἀποβάλλο μεν. ποῦ γὰρ καὶ εὑρεθείη παράδειγμα κατὰ πᾶν προσῆκον θεότητι; καὶ ἃ γὰρ ὑμεῖς φατε καὶ ἐν ἄλλοις ἡμεῖς, πολὺ τὸ ἀπᾷδον ἔχουσι, μικρὰν δέ τινα πρὸς τὸ προκείμενον τὴν ἐμφέρειαν, καί τι τῶν περὶ τὴν οὐσίαν χαρακτηρίζουσι, σχέσιν λέγω ἢ τρόπον ἢ κίνησιν ἢ ὅσα τῶν ἔξω, καὶ οὐκ αὐτὸ τὸ εἶναι τοῦ ὑπὲρ τὸ εἶναι πεφύκασι παριστᾶν.

2.12 Ἐντεῦθεν οὖν ἔχοντες τῶν λόγων τὰς ἀφορμὰς καὶ τὴν ἔκχυσιν ἢ δόσιν ἢ χορηγίαν εἴτε ἔκφανσιν οὐ τρόπον νοοῦ μεν τῆς τοῦ πνεύματος οὐσιώδους ὑπάρξεως, ἀλλά τινος ἰδιοτροπίας ἄλλης παράστασιν. τὰς μὲν τοιαύτας φωνὰς παραδεχόμεθα καὶ προφέρομεν, σιωπῶμεν δὲ παντελῶς τὴν ἐκπόρευσιν. ἃ γὰρ