1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

10

πάθοιμεν στέρησιν, τῷ λιχνοτέρῳ τῆς κινήσεως τὴν ἐνοῦσαν διαφθείραντες δύναμιν.

2.7 Ἀλλ' ὁ λόγος μοι ἐχέσθω τοῦ δρόμου, εἰ καὶ μικρὸν τῆς προκειμένης ἐξένευσεν. οὐ πέμψις ταὐτὸν καὶ ἐκπόρευσις, καὶ πολλοῖς ὡς ὑπείληφα ἀποδέδεικται· οὐκ ἄρα δὴ τὸ πνεῦμα διὰ τὴν πέμψιν ἐκ τοῦ υἱοῦ, κατὰ ταὐτὰ δὴ καὶ οὐκ ἐξ αὐτοῦ διὰ τὸ εἶναι αὐτοῦ. ὅπως δὲ αὐτοῦ καὶ πέμ πεται παρ' αὐτοῦ, τοῦ πνεύματος χορηγοῦντος τὴν ἰσχὺν παρακατιόντες διασαφήσομεν. τοῦτο δὴ τὸ πρῶτον βέλος αὐτῶν βέλος ἡμῖν νηπίων λελόγισται· ἀποχρώντως γὰρ ᾠ κονόμηται τὸ μὴ τὴν πέμψιν ἐκπόρευσιν διὰ ταῦτα δεῖν δογματίζειν τοῖς τρέχειν προῃρημένοις τὸν τῆς εὐσεβείας δρόμον ἀπρόσκοπα, ὅπου ζωὴ τὸ κατάντημα καθὼς ἡ παρέκ κλισις ὡς ἄν τις εἴπῃ ὁ ἀθάνατος θάνατος. ἁρμόζουσι δὲ τὰ προλελεγμένα καὶ πάσαις ῥήσεσιν, αἳ τὸ πνεῦμα τοῦ υἱοῦ εἶναι φάσκουσι, καὶ τοῖς τοῦ ἀποστόλου Παύλου πνεῦμα Χριστοῦ καὶ πνεῦμα υἱοῦ καὶ πνεῦμα σοφίας καὶ ὅσα ἄλλα τοιαῦτα, ἃ μεταφέρειν οἴδασιν εἰς Χριστὸν τὰς ἄλλας ἀφέντες ἐννοίας οἱ δογματίζοντες ἐκ τοῦ υἱοῦ τὴν ἐκπό ρευσιν. ἃς γὰρ ἐν ταῖς προειρημέναις ἀντιθέσεσι λύσεις ἀνθυπεφέρομεν, ταύτας κἀν τούτοις ὑποίσομεν.

2.8 Πάλιν δ' ἑτέρωθεν τὸ «ἐκ τοῦ ἐμοῦ λήψεται» ἐπιχειρεῖ με βάλλειν ὡς ἀνιάτρευτα. ἐγὼ δ' οὐ μόνον πρὸς τὴν θεραπείαν χρονίσαιμι, ἀλλ' οὐδὲ τὴν τρῶσιν ὅλως εἰσδέξομαι. λαμβάνειν μὲν ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, τίς ἀμφιβαλεῖ τῶν πιστῶν; ἀλλὰ λαμβάνειν τὴν ἔκφανσιν, τὴν δόσιν, τὴν χορη γίαν. ἐρῶ τι καὶ τῶν σῶν· τὸ πάντα ἔχειν ὅσα δὴ ὁ υἱός, τὸ ταὐτὸν τῆς οὐσίας τῆς δυνάμεως τῆς ἐνεργείας καὶ τῶν ἰδιοτήτων ἄνευ ἁπάντων ἁπλῶς λαμβάνει μὲν καὶ ἐκ τοῦ πατρός, ἀλλὰ τὸ εἶναι αὐτὸ καὶ τὴν ὕπαρξιν· οὐ ταῦτα δὲ μόνον, ἀλλά γε δὴ καὶ ὅσα προσλαμβάνει ἐκ τοῦ υἱοῦ. ἐμὲ δὲ πλεῖστα θράττει τὸ μὴ «ἐξ ἐμοῦ λήψεται» ἀλλ' «ἐκ τοῦ ἐμοῦ» εἰρῆσθαι παρὰ Χριστοῦ. οὐ γὰρ ταὐτὰ καὶ ἄμφω οὐδ' εἰς τὴν αὐτὴν ἀνάγοντα ἔννοιαν ἀνάρθρως καὶ ἐνάρ θρως φερόμενα. βούλει σοι ἐξειπεῖν τὸ παρ' ἐμοῦ ἐν τῷ τοιούτῳ διανοούμενον; «ἐκ τοῦ ἐμοῦ λήψεται» εἴρηκεν, τὸν τῆς οἰκονομίας λόγον δεδηλώκαμεν. αὐτὸς γὰρ κατῆλθεν εἰς γῆν, αὐτὸς διὰ πείρας τὴν ἀνθρωπίνην ἔσχηκεν εἴτε φύσιν εἴτε γνῶσιν εἴτε βελτίωσιν. καὶ ὥσπερ αὐτός φησιν «ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει», οὐχ ὡς ἐλαττούμενος τοῦ πατρὸς διὰ τὴν ἐρώτησιν, καὶ «ἅπερ ὑμῖν λαλῶ οὐκ ἐξ ἑαυτοῦ λαλῶ, ἀλλ' ὅσα ἤκουσα ἐκ τοῦ πατρός μου ἐκεῖνα λαλῶ», οὕτω δή φησιν οὗτος καὶ «τὸ πνεῦμα, ὅπερ ἐλεύσεται ὑμῖν, ἐκ τοῦ ἐμοῦ λήψεται», εἴτουν λόγου τρόπου διδασκαλίας καὶ πάντων ὧν προτέθεικα εἰς ἀνθρώπων ὄνησιν, οὐχ ὡς ἄρτι λαμβάνον ὅτε τὸ λήψεται ἔσχεν ἐνέργειαν, ἀλλ' ὡς πρὸ αἰώνων ἀφωρισμένου μυστη ρίου ἐκτερματοῦν τὴν τελείωσιν, τάξει θείᾳ τούτου ἐκδηλου μένου καὶ ἀποβαίνοντος εἰς ἐνέργειαν· οὐχ ὡς ἀντιλέγον γὰρ ἥξει, ἀλλ' ὡς συνᾷδον τοῖς δεδιδαγμένοις πρὸς τὴν ἀλήθειαν. οὕτως ἐκ τοῦ αὐτοῦ λαμβάνει τὸ πνεῦμα καὶ ἀναγγέλλει, οὕτως ἐκφαίνεται, οὕτως πρόεισι. ταῦτα δύνανται αἱ φωναί, οὐ πρὸς τὴν ἐκπόρευσιν ἀναγόμεναί τε καὶ ταὐτι ζόμεναι, ἀλλ' ἑτεροῖον σημαίνουσαι καὶ τρόπον ἄλλον παρι στῶσαί τινος ἰδιότητος καὶ σχέσιν καινοτέραν τῶν ἐφ' ἡμῖν, ἣν πρὸς τὸ πνεῦμα ἔσχηκεν ὁ υἱὸς καὶ τοῦτο δὴ πρὸς αὐτόν, παράκλητος πρὸς παράκλητον, ἀκτὶς πρὸς ἀκτῖνα, τὸ ἐκ τοῦ πρώτου πατρὸς ἀπαύγασμα πρὸς τὸ ἐκ τοῦ πρώτου κατὰ πάντα ἶσον ἀπαύγασμα. ταῦτα δυὰς ἀμερὴς ἐξ ἀμεροῦς ἑνὸς τοῦ πατρὸς οὐσιούμενα, τὸ μὲν γεννητῶς, τὸ δ' ἐκπορευτῶς.

2.9 Εἰ οἶδας τὸν τρόπον τῆς ἑτερότητος, ἣν ἔσχεν ἐκπό ρευσις πρὸς τὴν γέννησιν, γνώσῃ καὶ τὸν τρόπον τῆς τοῦ πνεύματος ἐκφάνσεως δι' υἱοῦ ἢ ἐξ υἱοῦ· οὐδὲν γὰρ ἐν τούτοις πρὸς τὰς προθέσεις ζυγομαχήσομεν. ἀλλ' ἄρρητος ἐκεῖνος καὶ ἀνερμήνευτος καὶ οὕτως κατὰ ταὐτὸ παντάπασιν ἄδηλος. ἑρμήνευσόν μοι τὸ πρῶτον