1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

23

ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο καὶ τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τὴν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέραις εὐχαῖς συναιρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἂν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρωπίνων πταισμάτων· χρὴ τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.