1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

19

ἠλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος· ἴσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήψεσθαι διδάσκων. Παῦρα δ' ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης· Πόντον ἐπαΐξαι περί τ' ἄστεα τείχεσι κλεῖσαι, Ῥῆξαί τ' εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης· Ἄλλος ἔπειτ' ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ, Ἀνδράσιν ἡρώεσσιν ἀγαλλομένη, πολέμου δὲ Τρώων καὶ ∆αναῶν πειρήσεται αὖθις Ἀχιλλεύς. εὖγ', ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουσίαν μέχρι τοῦ προσήκοντος ἐταμιεύσω. οὐ γὰρ ἦν σοὶ προκείμενον ἀποθεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηρτημένος. 20.9 πεφραγμένως δὴ καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιασάμενος, ἅπερ ἀληθῶς ἔτι καὶ νῦν ἐξετάζεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε. γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός. 20.10 τί δὴ μετὰ ταῦτα ὁ ποιητὴς λέγει; Ἀλλ' ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώπων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆν εἰρήνῃ κατακοσμήσῃ, Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι, Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ, Αὐτὴ δ' ἄσπαρτος καὶ ἀνήροτος· οὐδὲ μὲν ἀκμὴν Ὀτραλέου δρεπάνοιο ποθησέμεν ἄμπελον οἶμαι. Οὐδ' ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ Ἀρνειὸς Τυρίῃσι περιπρέψει λιβάδεσσι, Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμείβων. Ἀλλ' ἄγε τιμῆεν σκῆπτρον βασιληίδος ἀρχῆς ∆εξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο. Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα, Χαρμοσύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης, Γηθόσυνόν τ' αἰῶνος ἀπειρεσίου λάσιον κῆρ. Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς Σὴν ἀρετὴν κελαδεῖν, ἐφ' ὅσον δύναμίς γε παρείη· Οὐκ ἄν με πλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός, Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών· Ἀλλ' οὐδ' αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης. Κόσμου κητώεντος ὅρα, φησί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.

21.1 Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς ἀνθρώπου

λέγεσθαι. παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; πῶς ἂν νοηθείη λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προστάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου. 21.2 ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς μετέωρον ἀρθεῖσαν διαφυλάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἡμέρας; ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε· Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μητέρα κεδνὴν Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας. Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ' ἐγέλασσαν, Οὐδ' ἥψω λεχέων, οὐδ' ἔγνως δαῖτα θάλειαν. 21.3 πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτῶν θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων, οὐκ ἀνθρωπίνου δὲ σώματος. λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν τὸ ἅγιον πνεῦμα; ποία δὲ ἐπιθυμία ἔφεσίς τε ἐν τῇ τοῦ ἀγαθοῦ διαθέσει, οὗ πάντα ἐφίενται; τί δ' ὅλως κοινὸν σοφίᾳ τε καὶ ἡδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν