1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

8

συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς. 9.7 θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἑξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἂν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσεται; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς τῶν πονηρῶν ψυχὰς Ἀχέροντός τε καὶ Πυριφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶσθαι.

10.1 Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βεβλαμμένοι, ὥστε ὅταν

τούτοις αὐτοῖς ἐντυγχάνωσι, μήτ' ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουσι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἑώλοις τε καὶ ψευδέσι φήμαις διαβοῶσιν. 10.2 οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς ψυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δαιμόνων καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, εἱμαρμένας τε αὐτῶν διαφημίζουσι, καὶ τοὺς μέν τινας φύσει πικρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοὺς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὀδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὅτι γ' ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεῖν, ἀνθρωποπαθεῖς τ' αὐτοὺς εἰσάγουσι, πολέμους καὶ τρώσεις χαράς τε καὶ ὀδυρμοὺς ᾄδοντες. 10.3 καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίᾳ θείᾳ μετέρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὧν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ' ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εἶναι ποιητικῆς, τὸ δ' ἀληθὲς εἶναι, ἡνίκα ἂν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἢ ὡς λέγεται. 10.4 ἔστω τοῦτ' ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἔσθ' ὅτε ἀφαρπάζειν· ἀλλ' οἱ τὰ ψευδῆ λέγοντες οὐ μάτην ψεύδονται· ἢ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν συνειδότες ἑαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπικαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας ψεύδεσθαι μηδὲ δυσσεβεῖν.

11.1 Οὐκοῦν εἴ τίς ἐστιν ἀνάξιος χρηστοῦ βίου σύνοιδέν τε ἑαυτῷ πλημμελῶς

καὶ ἀτάκτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ τοῦτο τῷ ἐκεῖνον τε σώσαντι καὶ σώζοντι πάντας θεῷ. σώζοιντο δ' ἂν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τὴν θεραπείαν τῆς ψυχῆς δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὥσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες ἑαυτοὺς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυήτους τῶν τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς διανοίας τῶν ὑπηκόων ἡμῖν, εἰ μὲν ἀγαθαὶ τυγχάνοιεν οὖσαι, προτρέψασθαι ἐπὶ τὴν θεοσέβειαν, εἰ δὲ κακαὶ καὶ ἀγνώμονες, εἰς τοὐναντίον μεταγαγεῖν, ἀντὶ ἀχρήστων χρησίμους