1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

11

δὲ τῆς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου, κατανοεῖν θ' ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι τῆς ἑαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τ' ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἀκολασίας μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἣν ὁ πρὸ τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία μᾶλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἂν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης κατ' ἐκεῖνον τὸν βίον ἀδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη. 11.15 ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα πάνθ' ὅσα ὑφ' ὕβρεως καὶ ἀκολασίας ἀκόσμητα ἦν κατεκόσμησε ῥᾷστα. καὶ οὐδὲ τοῦτο ἀποκρύφως. ᾔδει γὰρ τοὺς μὲν τῶν ἀνθρώπων φρονήσει καὶ νῷ τὴν ἑαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασμένους τὴν φύσιν μᾶλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ φαῦλος, τὴν εὐδαίμονα καὶ θαυμαστὴν θεραπείαν ὑπ' ὄψιν ἦγεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθήσεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ νηνεμίαν ἐκ χειμῶνος ἐπιτάξαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχειρήσαντα καὶ ἐξ ἀπιστίας τοὺς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκαλεσάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο; 11.16 οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότριος ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠφάνιζον· κατειλήφει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγμάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἷον τὸ πρὸ τῆς τοῦ κόσμου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικούτου κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον γένοιτο, ἕως ὅτε ἠπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρονήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κατακοσμῶν χορείᾳ. τοιγάρτοι ποσῶς καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυθρωπῶσα εἰς τὴν οἰκείαν αὖθις ἀποκαθίστατο φαιδρότητα.

12.1 Ἀλλ' ἐρεῖ τις, ᾧ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δεδυνῆσθαι

κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώπων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ' ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοὺς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐδίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν; 12.2 τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνωμεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάξεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ' εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὡς ἀληθῶς βίος· ὁ γάρ τοι μισθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄφθαρτος καὶ ἀίδιος βίος, οὗ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομένοις καὶ οἷον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρημένοις. 12.3 διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοφοῖς, ἵν' ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ' ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθής τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὑπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν