1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

10

αὐτὸς δ' ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιοῦν τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεῖς, ἐφεῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς θοίνας τε καὶ ἑορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες δὲ ἡδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκηπτόμενοι ταῖς δ' ἑαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει καὶ ἐπισκήπτοντος τῷ παιδὶ τὸν τούτων διακυβερνᾶν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες κατὰ τὴν τοῦ παιδὸς κρίσιν δεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν. 11.8 ἐγὼ μὲν οὖν τὸ τοῦ θεοῦ δόγμα περὶ τῆς τῶν ἀνθρώπων βιώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῶν, καθάπερ οἱ πολλοί, οὐδὲ ἐξ εἰκασίας οὐδὲ στοχασμοῦ. τάχα δ' ἄν τις εἴποι· πόθεν ἡ προσηγορία τοῦ παιδός, ποία δὲ γένεσις, εἴπερ εἷς μόνος ὢν θεὸς τυγχάνει, πάσης δὲ μίξεως οὗτός ἐστιν ἀλλότριος; ἀλλὰ τὴν γένεσιν διπλῆν τινα νοεῖσθαι χρή, τὴν μὲν ἐξ ἀποκυήσεως τὴν συνεγνωσμένην ταύτην, ἑτέραν δὲ τὴν ἐξ ἀιδίου αἰτίας, ἧς τὸν λόγον θεοῦ προνοίᾳ θεᾶται καὶ ἀνδρῶν ὃς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν ὅλων διακοσμήσεως εἴσεται. ὄντος τοίνυν ἀναιτίου μηδενός, προϋπάρχειν τῶν ὄντων τὴν αἰτίαν αὐτῶν ἀνάγκη. ὄντος ἄρα κόσμου καὶ τῶν ἐν αὐτῷ οὔσης τε αὐτῶν σωτηρίας, τὸν σωτῆρα τῶν πάντων προυπάρχειν ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν τὴν τῆς σωτηρίας αἰτίαν, τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν, καθάπερ αἰτία μὲν υἱοῦ ὁ πατήρ, αἰτιατὸν δ' ὁ υἱός. 11.9 καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς οἶμαι δεδήλωται. πῶς δ' εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισαν, κηδεμονία τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργων αὐτοῦ κήδεσθαι. ἐπεὶ δὲ δὴ σώματι κοσμικῷ πλησιάζειν ἔν τε γῇ χρονίζειν ἔμελλεν, τῆς χρείας τοῦτο ἀπαιτούσης νόθην τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρὶς γάρ τοι γάμου σύλληψις, καὶ ἁγνῆς παρθενίας εἰλείθυια καὶ θεοῦ μήτηρ κόρη, καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆς οὐσίας αἴσθησις καὶ ἀσωμάτου φανότητος ὕλη. 11.10 ἀκόλουθα τοιγαροῦν καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος ἀποπταμένη ἐπὶ τοὺς τῆς παρθένου κόλπους κατῆρεν. ἀκόλουθα δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ, ἐντρεπόμενός τε αὐτὸν μετὰ αἰδοῦς ὁ τῶν λουτρῶν πάροχος Ἰορδάνης, 11.11 πρὸς τούτῳ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοξα κατορθοῦσα καὶ τὰ ἀνίατα ἰωμένη, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις, καὶ ὅλως ὁ σύμπας ὑπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ φρόνησιν ἀλλὰ σοφίαν διδάσκουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς λεγομένας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον ἀτραποὺς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων. 11.12 τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεξία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποκατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν. 11.13 ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τ' ἐκ τῶν κακῶν καὶ τὴν μακαριωτάτην διδασκαλίαν διδάσκοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ' ἀλλ' εὐχαριστῶν λέγω. 11.14 τίς γὰρ ἄν σε κατ' ἀξίαν ὑμνήσειεν ἄνθρωπος; σὲ μὲν γὰρ λόγος ἐξ οὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ φῶς αὐτοῖς ἀνάψαι καὶ τὴν ἄτακτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέτρῳ. τὸ