1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

18

βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ' ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος, 19.9 ὅπως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήθειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυσίας τ' ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. φησὶ γάρ·

20.1 Λήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει Ἥρωας σὺν ἐκείνῳ

ἀολλέας· ἠδὲ καὶ αὐτὸς δηλαδὴ τοὺς δικαίους. Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανεῖται, Πατροδότοις ἀρετῇσι κυβερνῶν ἡνία κόσμου. Σοὶ δ' ἄρα, παῖ, πρώτιστα φύει δωρήματα γαῖα Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ κολακάσσι' ἀκάνθῳ. 20.2 θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμημένος, ὃς ἀκριβῶς ἐπιστάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα· Σοὶ δ' αἶγες θαλεραί, φησίν, μαστοῖς καταβεβριθυῖαι, Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος, Οὐδὲ θέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας. ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοὺς δυνάστας οὐ φοβηθήσεται. Φύσει δ' εὐώδη τὰ σπάργανα σεῖό γε ποίην Ὄλλυται ἰοβόλου φύσις ἑρπετοῦ, ὄλλυται... Λοίγιος, Ἀσσύριον θάλλει κατὰ τέμπε' ἄμωμον. 20.3 τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτῆρος ἀρετῆς οἰκειότερον εἴποι τις ἄν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὤπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὃς τοὺς πρωτοπλάστους πρῶτος ἐξηπάτα, παράγων τὰς διανοίας αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροσύνης ἐπὶ τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον. 20.4 πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθανασίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος δὲ αὐτοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδικημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς διασήμου τε ἀναστάσεως τὰ ὅμοια ἐλπίζειν ἐκέλευσεν. 20.5 οὐκοῦν δικαίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνατος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆθος τῶν θρησκευόντων προσαγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι θάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει. 20.6 πεπαιδευμένως δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολούθως ἔχει· Αὐτίκα δ' ἡρώων ἀρετὰς πατρός τε μεγίστου Ἔργ' ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ. τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα σημαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργασίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους, οἷς ἡ θεοφιλὴς ἐκκλησία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δικαιοσύνης τε καὶ σωφροσύνης βίον. 20.7 θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου· Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί· τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν. Ἐν δ' ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς, ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον, Σκληρῶν δ' ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα· 20.8 τὴν