1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

17

Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν, Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀΐδαο. Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει, Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει, Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει, Θρῆνος τ' ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι, Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται. Υψώσει δὲ φάραγγας, ὀλεῖ δ' ὑψώματα βουνῶν. Υψος δ' οὐκ ἔτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται, Ισά τ' ὄρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα Οὐκ εἰς πλοῦν εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ, Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν, Σάλπιγξ δ' οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει, Ωρύουσα μύσος μέλεον καὶ πήματα κόσμου. Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα, Ηξουσιν δ' ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες. Ρεύσει δ' οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου, Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται· Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου, Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ' ἡμῶν. 18.5 Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ' αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.

19.1 Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογοῦντες

Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιωφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας. ἐξουσίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας. 19.2 ἐν προφανεῖ δ' ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενῆσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι. 19.3 ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ' ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ' αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἓξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ' ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν 19.4 τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν· Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφαάνθη. καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ· Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν. τί τούτου φανερώτερον; προστίθησι γάρ· Ἤλυθε Κυμαίου μαντεύματος εἰς τέλος ὀμφή, Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν. 19.5 καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις; Αὖθις ἄρ' αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν· Ἥκει παρθένος αὖθις ἄγουσ' ἐρατὸν βασιλῆα. 19.6 τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ' οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείου πνεύματος; καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπανήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. 19.7 καὶ προστίθησιν ὁ ποιητής· Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη, Ἀντὶ σιδηρείης χρυσῆν γενεὴν ὀπάσαντα, Προσκύνει. Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν. 19.8 συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύφως δι' ἀλληγοριῶν ταῦτα λεχθέντα, τοῖς μὲν