1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

9

ἐπιτελοῦντας. τούτοις γοῦν αὐτοῖς τε χαίρων τοῖς ἐπιτηδεύμασιν ἀγαθοῦ τ' ἀνδρὸς ἔργον εἶναι νομίζων ὑμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθ' ὅσα ἡ χείρων τῆς τύχης κατάστασις ἀλόγως ἐπέσκηψεν ἀγνοίας συμπτώματι, μεγίστην σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὐξάμην δ' ἂν πάλαι τήνδε μοι τὴν ἀποκάλυψιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων συσταθεὶς καὶ τῇ γνώσει τῶν θείων καὶ τῷ τῆς ἀρετῆς κάλλει κατευφρανθείς. καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ ἀπὸ πρώτης τῆς ἡλικίας μηδ' ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλ' ὅμως ἀγαπητόν, εἰ κἂν ἐν τῇ τῆς ἀκμῆς ἡλικίᾳ τὴν σοφίαν εὐτυχῶσιν. 11.2 ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀν11.2 θρώπων οὐδεμία πώποτε συνήρατο, θεοῦ δέ ἐστιν ἅπαντα τὰ δωρήματα, ὅσα ἐν ἤθεσι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν. ἔχω δὲ καὶ οἷον προβέβλημαι δηλητηρίου παντὸς ἄντικρυς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὐ μετρίαν ἀσπίδα τὴν γνῶσιν τῶν ἀρεσκόντων τῷ θεῷ, ἐξ ἧς τὰ πρὸς τὸν προκείμενον λόγον χρήσιμα ἐκλεξάμενος ὑμνήσω τὸν πατέρα τῶν πάντων. 11.3 αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπισμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται. 11.4 φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι ... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν, ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς ὑπ' ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδ' ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ ἀνεξίκακον οὔθ' ὑπὸ ὕβρεως διατρέπεται, οὔθ' ὑπὸ προπηλακισμοῦ τῆς φυσικῆς στερρότητος ἐξίσταται, ἀλλ' ἀεὶ ... γίγνεται τῶν ἐπεμβαινόντων τὴν ἀγριότητα λογισμοῦ τε καὶ μεγαλοψυχίας φρονήματι θραύουσα. 11.5 προῄρητο γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία ἀδικίαν μὲν ἐξαλεῖψαι κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοὺς σοφωτάτους τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν συνεστήσατο, ζηλῶσαι τοὺς ἀγαθούς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ περὶ τὰ κοσμικὰ πρόνοιαν· οὗ μεῖζον ἀγαθὸν τί ἄν τις εἴποι, θεοῦ δικαιοσύνην βραβεύοντος καὶ ἐξομοιοῦντος ἑαυτῷ τοὺς ἀξίους τῆς αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος τὸ εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἅπαντα τὸν αἰῶνα περιγένηται; 11.6 αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδ' ἀληθὲς κράτος, τόδε μέγιστον ἔργον καὶ ἁρμόζων τῶν συμπάντων δήμων σωφρονισμός. καὶ τούτων μὲν πάντων σοι τὰ νικητήρια δίδομεν εὐφημοῦντες, ὦ σῶτερ τῶν ὅλων, σὺ δ', ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷς μὲν νέους, πείθεις δὲ μειράκια καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπάγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δ' ἀγαλμάτων πλάσματα, οἷς εὔχοιντο καὶ προσκυνοῖεν, ὥστε ἐξαπατηθέντας μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναισθησίας. 11.7 αἰτιῶνται γὰρ τὸν τῶν ἀγαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἆρ' οὖν οὐχ ὑπὸ σωφρονεστάτων καὶ φρονιμωτάτων ἐθνῶν τε καὶ δήμων οὗτος ὁ θεὸς κατ' ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπειλημμένος πᾶσαν δ' ἀγαθότητα ὑπερκύπτων, ἐξ οὗ καὶ ὁ ἔπαινος μείζων καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδικίαν τῆς ὕβρεως οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρονοῦσι συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξαμαρτεῖν,