1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

6

διοικεῖται τὰ πάντα, τό τ' ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ; 6.9 ὕψη δ' ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τ' ἀναπεπταμένων πεδίων ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν, τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δ' αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι. 6.10 καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτ' αἰσθητῶς, μόνον δ' ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.

7.1 Ἔστι γὰρ ὡς ἀληθῶς ἐπίφθεγμα τὸ αὐτόματον ἀνθρώπων ὡς ἔτυχε καὶ

ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι δ' ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται, θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δ' ὅτι ψυχρῷ ὕδατι περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος. 7.2 ταῦτά τοι σπάνιόν τι χρῆμα εἶναι δοκεῖ καὶ εὐαρίθμητον κατὰ πᾶσαν τὴν οἰκουμένην, ἵν', ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα. 7.3 πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρη ται, ἐξαιρέτως δ' ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυχῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δ' ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δ' ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθ' ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου. ἰσοδυναμεῖ δὲ, καὶ νυκτερινὴ διαδοχή.

8.1 Πάντα δὲ ταῦθ' ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδ'

ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλή τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας. 8.2 εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποιημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὰ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἷον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄχρηστον πλούτου περιουσίαν προενοοῦντο. διὸ χαλεπώτερον τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται. 8.3 πόσα δ' ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως