1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

20

τοῖς ἀνθρωπίνην τινὰ καὶ ὀχλοχαρῆ παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπιδείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν καθαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν. 21.4 ἐπικαλοῦμαι δὲ σὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοσέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθανασίας ὑπόσχεσιν ἀκίβδηλον· σὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπικουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀποστρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.

22.1 Ἐγὼ μὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων αἰτιῶμαι τὴν

σὴν εὐμένειαν. μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ' εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πολεμίων τρόπαια, σύνοιδεν δὲ καὶ μετ' εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγάλη πόλις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς ἀνάξιον ἑαυτῆς προείλετο προστάτην, ὃς παραχρῆμα ἑάλω προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε. 22.2 ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκλησίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοσίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητῶν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοίδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους, 22.3 τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρησίαν. 22.4 τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ' οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν προαίρεσιν, οὐ πειθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων. 22.5 ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφροσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας.

23.1 Ἀντεξέταζε τὴν ἡμετέραν θρησκείαν πρὸς τὰ ὑμέτερα. οὐκ ἐνταῦθα μὲν

ὁμόνοια γνησία καὶ διαρκὴς φιλανθρωπία, ἔλεγχος δὲ πταίσματος νουθεσίαν οὐκ ὄλεθρον φέρων, θεραπεία δὲ οὐκ ὠμότητος ἀλλὰ σωτηρίας, καὶ πίστις εἰλικρινὴς πρῶτον μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν φυσικὴν τῶν ἀνθρώπων