1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

14

προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόγου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξικάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προσέταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοσύνης πλουτοῦντας κοινωνεῖν τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προσῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμνότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνότητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ την οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δ' ἐξαιρέτως εὐσέβειαν καὶ σωφροσύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τούτοις αὐτοῖς καὶ τούτων παραπλησίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη, 15.3 τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρεσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρονητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίδος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δ' ἐκεῖνος ξιφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρώμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σωτῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν καταφυγῆς, νομοθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατάρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρησάμενον ἀπολεῖσθαι βιαίως. 15.4 ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος σοφία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀνάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγίστου γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλ' ὁ ἀδικῶν τῇ μεγίστῃ περιβέβληται τιμωρίᾳ. τῷ δ' ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προστασίᾳ τοῦ παρόντος καὶ ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλαβῆναι. πῶς δ' ἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἷον παραιτησάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ βοηθεῖν; μάχη δ' ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δ' εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται. πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουσίας καὶ βοηθείας ἀμφιβάλλειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δ' εὐχερῶς ῥυσθεὶς ἀπὸ τῶν δεινῶν μόνῳ θεοῦ νεύματι, ὁ διὰ θαλάσσης ὁδοιπορήσας παραγγέλματι τοῦ σωτῆρος καταστορεσθείσης καὶ στερεὰν παρασχομένης ὁδὸν τοῖς διαποντίοις δήμοις; αὕτη γὰρ οἶμαι προφανὴς ὑποβάθρα πίστεως καὶ θεμέλιος οὗτος πεποιθήσεως, ἡνίκα ἂν τὰ θαυμαστὰ ταῦτα καὶ ἄπιστα γινόμενα καὶ ἐπιτελούμενα ἱστορῶμεν τῇ τοῦ προνοοῦντος κελεύσει. ἐντεῦθεν δὲ καὶ τὸ μὴ μεταμέλειν ἐπὶ τῇ πίστει παραγίνεται, ἡνίκα ἄν τις προσπίπτῃ πείρᾳ κακῶν, καὶ τὸ ἄτρεπτον ἔχειν τὴν πρὸς τὸν θεὸν ἐλπίδα· ταύτης γὰρ τῆς ἕξεως ἐγγενομένης τῇ ψυχῇ, ἵδρυται κατὰ τὴν διάνοιαν ὁ θεός· ἀήττητος δ' οὗτος, οὐδὲ ἡ ψυχὴ ἄρα τὸ ἀήττητον ἔχουσα κατὰ τὴν ἑαυτῆς