1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

4

4.1 Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δ' ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ' ἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀνάγκη τὸ γένος. προσθήκης δ' ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοῦτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δ' ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρ' ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι. ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἷα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι. 4.3 τῶν δ' ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποθεῖ δι' ἧς γνωρισθείη, οὔτε σχήματος ἀνέχεται ὡς ἂν εἰκόνος ἢ τύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.

5.1 Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων ὑμνεῖν τὸν

ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δ' ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τ' ἴδιον ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς. ὀφειλομένης αὐτῷ πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας. 5.2 φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τ' αὐτοὺς κατ' ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δ' ἀπονεῖμαι μόνην λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ λογικοῖς ζώοις ἀναπετάσαι τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν γνῶσιν. τότε δὴ καὶ τὸ γένος αὔξειν ἐκέλευσεν, ὡς ἄν ποτε τὸ ὅλον ὑπὸ τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο. 5.3 πληθύνοντος δ' οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι ἀνηυρίσκοντο, πληθύει τ' οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων ζώων γενεά, ἐφ' ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις πρόνοια. 5.4 καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις ἐπέταξε, πρὸς δὲ τὰ ἄγρια ἅμιλλάν τινα, νομοθετήσας. μετὰ δὲ ταῦτα τὴν τῶν πετεινῶν γενεὰν συνεστήσατο, πολλὴν μὲν ἀριθμῷ φύσει δὲ καὶ ἔθεσι διάφορον, ἐκπρεπῆ μὲν χρωμάτων ποικιλίᾳ μουσικῆς δ' ἁρμονίας ἐμφύτου μέτοχον, ἄλλα τε πάντα ὅσα κόσμος περιλαβὼν συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.

6.1 Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων

διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι οὐδὲ συνιᾶσιν, ὅταν τὴν