ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν Κύριον λογίζεται, τὸν δι' ἡμᾶς κατελθόντα καὶ ὑπὲρ ἡμῶν ἀποθανόντα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει· «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε.» Καὶ πάλιν, ὅπερ ἐστὶν ἀναγκαῖον εἰδέναι καὶ τηρεῖν· «Ὁ πορνεύων τὴν μὲν ἰδίαν ψυχὴν ἀπολλύει, ὑβρίζει δὲ καὶ αὐτὸς, ὡς Ἰουδαῖοι, τὸν ναὸν καὶ τὸ σῶμα τοῦ Κυρίου.» Ὁ γὰρ «τὸν ναὸν τοῦ Θεοῦ φθείρων, φθείρεται ὑπὸ τοῦ Θεοῦ,» ὡς Παῦλος γράφει. Καὶ ὁ μὲν ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενος οὐδὲν ἀποδέει τῶν ἀρνουμένων Ἰουδαίων, καὶ λεγόντων μὴ ἔχειν βασιλέα τὸν Κύριον, ἀλλὰ Καίσαρα. Μὴ ἀγνοείτω δὲ ὁ κρατούμενος ὑπὸ τῶν ἡδονῶν, καὶ μᾶλλον αὐταῖς τερπόμενος, ὅτι καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Βαραββᾶν αἰτεῖται, καὶ τὸν Κύριον ἀποκτείνει. Οὕτω γὰρ οἱ Ἰουδαῖοι, τὸν φαῦλον τρόπον ἀγαπήσαντες τὸν τοῦ Βαραββᾶ, λοιπὸν τὴν ἀρετὴν ἀπεδίωξαν. Γινωσκέτω δὲ καὶ ὁ μὴ τῇ πίστει ἰσχυρὸς, ὅτι τοιοῦτός ἐστιν, ὡς οἱ ἀπιστοῦντες καὶ λέγοντες· «Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» Καὶ γὰρ κἀκεῖνοι ἀπιστοῦντες ἐφθέγγοντο ταῦτα. Τί οὖν ἐπὶ τούτοις χρὴ ποιεῖν; Οὐδὲν ἕτερον ἢ πιστεύειν τῷ Χριστῷ, καὶ κατ' αὐτὸν πολιτεύεσθαι, καθὼς καὶ ὁ Παῦλος λέγει· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·» καὶ τὴν μὲν Ἰουδαίων ἐκτρέπεσθαι φιλίαν, καὶ ἀπιστίαν, καὶ χλεύην, καὶ μύθους, καὶ γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· ἔχεσθαι δὲ τοῦ σταυροῦ καὶ ἀξίως αὐτοῦ πολιτεύεσθαι, καὶ λέγειν τὰς αὐτὰς τῷ Παύλῳ φωνάς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὕτω γὰρ πολιτευσάμενοι καὶ 28.249 πιστεύσαντες εἰς τὸν Κύριον, γνωσόμεθα τὴν εἰς οὐρανοὺς ἀνάληψιν αὐτοῦ, καὶ τὴν ἐν δεξιᾷ τῆς μεγαλοσύνης κάθισιν, καὶ τὴν τῶν ἀγγέλων ὑποταγὴν ὀψόμεθα, καὶ τὴν μετὰ δόξης αὐτοῦ πάλιν παρουσίαν· ἢν ἄγγελοι μὲν προσημαίνουσιν, ἅγιοι δὲ ὑμνοῦσι· πάντες δὲ ὁρῶντες ἀγαλλιῶνται, καὶ χαίρουσιν ἐν Χριστῷ Ἰησοῦ, δι' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22