δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθ ήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σωτῆρος ἀνδρείᾳ, καὶ τοὺς μὲν νεκροὺς ἀναζῶντας· τοὺς δὲ αἰχμαλώτους ἀφιεμένους, καὶ τοὺς μὲν ἁγίους προαπαντῶντας τοὺς περὶ τὸν Ἀβραὰμ, καὶ ἀνακρουομένους πάντας, κατὰ τὸ γεγραμμένον· «Προέφθασαν ἄρχοντες ἐχό μενα ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν·» τοὺς ἐλευθερουμένους χαίροντας καὶ λέγοντας· «Ἐν 28.232 τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενή θημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χα ρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιά σεως.» Καὶ ἄγγελοι γὰρ, καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων ὑμνοῦντες ἦσαν καὶ λέγοντες, «∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·» καὶ ἀπήντων ταῖς λυτρουμέναις νεάνισι ψυχαῖς. Καὶ αἱ ψυχαὶ συντρέχουσαι τοῖς ἀγγέ λοις, καὶ οἱ πατριάρχαι ἀνήρχοντο, καὶ πάντα παν ταχόθεν συνήχει μετ' εὐφροσύνης καὶ ψαλμῶν, ἐπὶ τῇ γενομένῃ κατὰ τοῦ θανάτου νίκῃ. Καὶ ὥσπερ ἐπὶ τοῦ ∆αβὶδ, πεπτωκότος τοῦ Γολιὰθ, αἱ χορεύουσαι μετὰ τυμπάνων ἀπήντων καὶ ἔλεγον· «Ἐπάταξε ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ,» τοιοῦτόν τι γέγονε καὶ ἐπὶ τοῦ θανάτου τοῦ Σωτῆρος. Ἀναστάντος γὰρ αὐ τοῦ, πάντες προαπήντων μετὰ χορῶν, καὶ ᾠδῶν, καὶ τυμπάνων, λέγοντες ἀλλήλοις· «∆εῦτε, ἀγαλ λιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ Ἰα κώβ.» Ἄλλοι δὲ ἐχόρευον, λέγοντες· «Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις.» Ἤδη δέ τινες καὶ πάντας εἰς θέαν προσεκαλοῦντο λέγοντες· «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ·» καὶ πάλιν, «∆εῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀντα ναιρῶν πολέμους ἕως ἐσχάτου τῆς γῆς.» Οὐκ ἔτι γὰρ ἔχθρα καὶ πόλεμος, ἀλλὰ πάντα εἰρηνεύει, κει μένου τοῦ πολεμίου νεκροῦ, καὶ τοῦ ποτε τυραν νεύοντος δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας. Ἄλ λοι δὲ πάλιν, γιγνώσκοντες τοῦ διαβόλου τὴν θρασύ τητα, καὶ τοὺς μεγάλους λόχους, καὶ νῦν αὐτὸν ὁρῶντες νεκρὸν, θαυμάζοντες ἔλεγον· «Πῶς ἐξ έπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλ λων;» Καὶ, «Πῶς συνετρίβη καὶ συνεθλάσθη πᾶσα ἡ σφῦρα πάσης τῆς γῆς;» μετὰ γὰρ τοῦ θαύματος καὶ ἀπορία πάντας κατεῖχεν. Ἐθαύμαζον μὲν γὰρ τὸν μέγαν τύραννον ὁρῶντες οὑτωσὶ ἐξαίφνης κεί μενον νεκρόν· ἠπόρουν δὲ τὴν αἰτίαν τῆς πτώσεως, καὶ μάλιστα ὅτι οὐκ ἐπίστευον ἐν θανάτῳ τὸν θάνα τον καταργεῖσθαι οὐδὲ ἐν σταυρῷ τὸν τηλικοῦτον ὄφιν καταράσσεσθαι. Ὅθεν πάλιν ἐθαύμαζον καὶ ἔλεγον· «Πῶς ἑάλωκε Βαβυλών;» Ἔβλεπον γὰρ λοιπὸν καὶ τὸν ᾅδην σκυλευθέντα. Ταῦτα δὲ ὁρῶν ὁ ἄθλιος καὶ τούτων ἀκούων, ἐμαίνετο λοιπὸν καὶ ἐτρύχετο, ὀδυρόμενος. Καὶ γὰρ ὁρῶν ἑαυτὸν σκυλευόμενον κατέκοπτεν ἑαυτόν. Ὁρῶν δὲ καὶ τούς ποτε κλαίοντας ὑπ' αὐτὸν, νῦν ψάλλον τας ἐν Κυρίῳ, διέῤῥησσεν ἑαυτόν· ὁρῶν δὲ καὶ τὴν χλεύην τὴν κατ' αὐτοῦ, ἐσπάραττε δεινῶς ἑαυτὸν, καὶ ἀπορῶν ὅ τι πράξει, μόνον ἔτριζε τοὺς ὀδόν τας, ὡς ὁ τοῦτον ἑωρακὼς Ψαλμῳδὸς μαρτυρεῖ λέ γων· «Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, 28.233 καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Ὁ δὲ Κύ ριος ἐκγελάσεται αὐτόν·» καὶ πάλιν· «Ἁμαρτω λὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται.» Ἔτριζε δὲ μεταμελόμενος, ὅτι κἂν ὅλως τετόλμηκε κατὰ τοῦ Σωτῆρος· εἰ δὼς ἑαυτὸν πρὸ τούτου τολμῶντα κατὰ τῶν δικαίων, καὶ μηδὲν τοιοῦτον πεπονθότα. Καὶ γὰρ ἐπιβουλεύ σας τῷ Ἄβελ, καὶ τοὺς πατριάρχας θλίψας, ἐπιβου λεύσας δὲ καὶ τῷ Ἡσαΐᾳ, καὶ τὸν Ἱερεμίαν ὑβρίσας, καὶ τὸν Ἰὼβ πειράσας· πάλιν ἴσχυε, καὶ ἐβασί λευεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου, θεωρεῖ ἑαυτὸν γενόμε νον Ἶρον, καὶ ἐκβληθέντα τοῦ παντὸς, καὶ ὑπὸ πάν των καταπατούμενον. Ἔργον γὰρ τοῦ Σωτῆρος γέ γονε μὴ μόνον αὐτοῦ τοῦ θανάτου
16